7.66.2 Ἀθηναίους γὰρ ἐς τὴν χώραν τήνδε ἐλθόντας πρῶτον μὲν ἐπὶ τῆς Σικελίας καταδουλώσει , ἔπειτ’ , εἰ κατορθώσειαν , καὶ τῆς Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος , καὶ ἀρχὴν τὴν ἤδη μεγίστην τῶν τε πρὶν Ἑλλήνων καὶ τῶν νῦν κεκτημένους , πρῶτοι ἀνθρώπων ὑποστάντες τῷ ναυτικῷ , ᾧπερ πάντα κατέσχον , τὰς μὲν νενικήκατε ἤδη ναυμαχίας , τὴν δ’ ἐκ τοῦ εἰκότος νῦν νικήσετε .
7.66.3 ἄνδρες γὰρ ἐπειδὰν ἀξιοῦσι προύχειν κολουθῶσι , τό γ’ ὑπόλοιπον αὐτῶν τῆς δόξης ἀσθενέστερον αὐτὸ ἑαυτοῦ ἐστὶν εἰ μηδ’ ᾠήθησαν τὸ πρῶτον , καὶ τῷ παρ’ ἐλπίδα τοῦ αὐχήματος σφαλλόμενοι καὶ παρὰ ἰσχὺν τῆς δυνάμεως ἐνδιδόασιν · νῦν Ἀθηναίους εἰκὸς πεπονθέναι .
7.67.1 ἡμῶν δὲ τό τε ὑπάρχον πρότερον , ᾧπερ καὶ ἀνεπιστήμονες ἔτι ὄντες ἀπετολμήσαμεν , βεβαιότερον νῦν , καὶ τῆς δοκήσεως προσγεγενημένης αὐτῷ , τὸ κρατίστους εἶναι εἰ τοὺς κρατίστους ἐνικήσαμεν , διπλασία ἑκάστου ἐλπίς · τὰ δὲ πολλὰ πρὸς τὰς ἐπιχειρήσεις μεγίστη ἐλπὶς μεγίστην καὶ τὴν προθυμίαν παρέχεται .
7.67.2 " τά τε τῆς ἀντιμιμήσεως αὐτῶν τῆς παρασκευῆς ἡμῶν τῷ μὲν ἡμετέρῳ τρόπῳ ξυνήθη τέ ἐστι καὶ οὐκ ἀνάρμοστοι πρὸς ἕκαστον αὐτῶν ἐσόμεθα · οἱ δ’ , ἐπειδὰν πολλοὶ μὲν ὁπλῖται ἐπὶ τῶν καταστρωμάτων παρὰ τὸ καθεστηκὸς ὦσι , πολλοὶ δὲ καὶ ἀκοντισταὶ χερσαῖοι ὡς εἰπεῖν Ἀκαρνᾶνές τε καὶ ἄλλοι ἐπὶ ναῦς ἀναβάντες , οἳ οὐδ’ ὅπως καθεζομένους χρὴ τὸ βέλος ἀφεῖναι εὑρήσουσι , πῶς οὐ σφαλοῦσί τε τὰς ναῦς καὶ ἐν σφίσιν αὐτοῖς πάντες οὐκ ἐν τῷ ἑαυτῶν τρόπῳ κινούμενοι ταράξονται ;