7.67.3 ἐπεὶ καὶ τῷ πλήθει τῶν νεῶν οὐκ ὠφελήσονται , εἴ τις καὶ τόδε ὑμῶν , ὅτι οὐκ ἴσαις ναυμαχήσει , πεφόβηται · ἐν ὀλίγῳ γὰρ πολλαὶ ἀργότεραι μὲν ἐς τὸ δρᾶν τι ὧν βούλονται ἔσονται , ῥᾷσται δὲ ἐς τὸ βλάπτεσθαι ἀφ’ ὧν ἡμῖν παρεσκεύασται .
7.67.4 τὸ δ’ ἀληθέστατον γνῶτε ἐξ ὧν ἡμεῖς οἰόμεθα σαφῶς πεπύσθαι · ὑπερβαλλόντων γὰρ αὐτοῖς τῶν κακῶν καὶ βιαζόμενοι ὑπὸ τῆς παρούσης ἀπορίας ἐς ἀπόνοιαν καθεστήκασιν οὐ παρασκευῆς πίστει μᾶλλον τύχης ἀποκινδυνεῦσαι οὕτως ὅπως δύνανται , ἵν’ βιασάμενοι ἐκπλεύσωσιν κατὰ γῆν μετὰ τοῦτο τὴν ἀποχώρησιν ποιῶνται , ὡς τῶν γε παρόντων οὐκ ἂν πράξαντες χεῖρον .
7.68.1 πρὸς οὖν ἀταξίαν τε τοιαύτην καὶ τύχην ἀνδρῶν ἑαυτὴν παραδεδωκυῖαν πολεμιωτάτων ὀργῇ προσμείξωμεν , καὶ νομίσωμεν ἅμα μὲν νομιμώτατον εἶναι πρὸς τοὺς ἐναντίους οἳ ἂν ὡς ἐπὶ τιμωρίᾳ τοῦ προσπεσόντος δικαιώσωσιν ἀποπλῆσαι τῆς γνώμης τὸ θυμούμενον , ἅμα δὲ ἐχθροὺς ἀμύνασθαι ἐκγενησόμενον ἡμῖν καὶ τὸ λεγόμενόν που ἥδιστον εἶναι .
7.68.2 ὡς δὲ ἐχθροὶ καὶ ἔχθιστοι , πάντες ἴστε , οἵ γε ἐπὶ τὴν ἡμετέραν ἦλθον δουλωσόμενοι , ἐν , εἰ κατώρθωσαν , ἀνδράσι μὲν ἂν τἄλγιστα προσέθεσαν , παισὶ δὲ καὶ γυναιξὶ τὰ ἀπρεπέστατα , πόλει δὲ τῇ πάσῃ τὴν αἰσχίστην ἐπίκλησιν .