7.64.2 ὥστε ἐν ἑνὶ τῷδε ὑπὲρ ἀμφοτέρων ἀγῶνι καθεστῶτες καρτερήσατε , εἴπερ ποτέ , καὶ ἐνθυμεῖσθε καθ’ ἑκάστους τε καὶ ξύμπαντες ὅτι οἱ ἐν ταῖς ναυσὶν ὑμῶν νῦν ἐσόμενοι καὶ πεζοὶ τοῖς Ἀθηναίοις εἰσὶ καὶ νῆες καὶ ὑπόλοιπος πόλις καὶ τὸ μέγα ὄνομα τῶν Ἀθηνῶν , περὶ ὧν , εἴ τίς τι ἕτερος ἑτέρου προφέρει ἐπιστήμῃ εὐψυχίᾳ , οὐκ ἂν ἐν ἄλλῳ μᾶλλον καιρῷ ἀποδειξάμενος αὐτός τε αὑτῷ ὠφέλιμος γένοιτο καὶ τοῖς ξύμπασι σωτήριος . "
7.65.1 μὲν Νικίας τοσαῦτα παρακελευσάμενος εὐθὺς ἐκέλευε πληροῦν τὰς ναῦς . τῷ δὲ Γυλίππῳ καὶ τοῖς Συρακοσίοις παρῆν μὲν αἰσθάνεσθαι , ὁρῶσι καὶ αὐτὴν τὴν παρασκευήν , ὅτι ναυμαχήσουσιν οἱ Ἀθηναῖοι , προηγγέλθη δ’ αὐτοῖς καὶ ἐπιβολὴ τῶν σιδηρῶν χειρῶν ,
7.65.2 καὶ πρός τε τἆλλα ἐξηρτύσαντο ὡς ἕκαστα καὶ πρὸς τοῦτο · τὰς γὰρ πρῴρας καὶ τῆς νεὼς ἄνω ἐπὶ πολὺ κατεβύρσωσαν , ὅπως ἂν ἀπολισθάνοι καὶ μὴ ἔχοι ἀντιλαβὴν χεὶρ ἐπιβαλλομένη .
7.65.3 καὶ ἐπειδὴ πάντα ἑτοῖμα ἦν , παρεκελεύσαντο ἐκείνοις οἵ τε στρατηγοὶ καὶ Γύλιππος καὶ ἔλεξαν τοιάδε .
7.66.1 " ὅτι μὲν καλὰ τὰ προειργασμένα καὶ ὑπὲρ καλῶν τῶν μελλόντων ἀγὼν ἔσται , Συρακόσιοι καὶ ξύμμαχοι , οἵ τε πολλοὶ δοκεῖτε ἡμῖν εἰδέναι ( οὐδὲ γὰρ ἂν οὕτως αὐτῶν προθύμως ἀντελάβεσθε ) , καὶ εἴ τις μὴ ἐπὶ ὅσον δεῖ ᾔσθηται , σημανοῦμεν .