7.56.3 καὶ ἦν δὲ ἄξιος ἀγὼν κατά τε ταῦτα καὶ ὅτι οὐχὶ Ἀθηναίων μόνον περιεγίγνοντο , ἀλλὰ καὶ τῶν ἄλλων πολλῶν ξυμμάχων , καὶ οὐδ’ αὐτοὶ αὖ μόνον , ἀλλὰ καὶ μετὰ τῶν ξυμβοηθησάντων σφίσιν , ἡγεμόνες τε γενόμενοι μετὰ Κορινθίων καὶ Λακεδαιμονίων καὶ τὴν σφετέραν πόλιν ἐμπαρασχόντες προκινδυνεῦσαί τε καὶ τοῦ ναυτικοῦ μέγα μέρος προκόψαντες .
7.56.4 ἔθνη γὰρ πλεῖστα δὴ ἐπὶ μίαν πόλιν ταύτην ξυνῆλθε , πλήν γε δὴ τοῦ ξύμπαντος λόγου τοῦ ἐν τῷδε τῷ πολέμῳ πρὸς τὴν Ἀθηναίων τε πόλιν καὶ Λακεδαιμονίων .
7.57.1 τοσοίδε γὰρ ἑκάτεροι ἐπὶ Σικελίαν τε καὶ περὶ Σικελίας , τοῖς μὲν ξυγκτησόμενοι τὴν χώραν ἐλθόντες , τοῖς δὲ ξυνδιασώσοντες , ἐπὶ Συρακούσας ἐπολέμησαν , οὐ κατὰ δίκην τι μᾶλλον οὐδὲ κατὰ ξυγγένειαν μετ’ ἀλλήλων στάντες , ἀλλ’ ὡς ἑκάστοις τῆς ξυντυχίας κατὰ τὸ ξυμφέρον ἀνάγκῃ ἔσχεν .
7.57.2 Ἀθηναῖοι μὲν αὐτοὶ Ἴωνες ἐπὶ Δωριᾶς Συρακοσίους ἑκόντες ἦλθον , καὶ αὐτοῖς τῇ αὐτῇ φωνῇ καὶ νομίμοις ἔτι χρώμενοι Λήμνιοι καὶ Ἴμβριοι καὶ Αἰγινῆται , οἳ τότε Αἴγιναν εἶχον , καὶ ἔτι Ἑστιαιῆς οἱ ἐν Εὐβοίᾳ Ἑστίαιαν οἰκοῦντες ἄποικοι ὄντες ξυνεστράτευσαν .
7.57.3 τῶν δ’ ἄλλων οἱ μὲν ὑπήκοοι , οἱ δ’ ἀπὸ ξυμμαχίας αὐτόνομοι , εἰσὶ δὲ καὶ οἳ μισθοφόροι ξυνεστράτευον .