7.55.2 πόλεσι γὰρ ταύταις μόναις ἤδη ὁμοιοτρόποις ἐπελθόντες , δημοκρατουμέναις τε , ὥσπερ καὶ αὐτοί , καὶ ναῦς καὶ ἵππους καὶ μεγέθη ἐχούσαις , οὐ δυνάμενοι ἐπενεγκεῖν οὔτ’ ἐκ πολιτείας τι μεταβολῆς τὸ διάφορον αὐτοῖς , προσήγοντο ἄν , οὔτ’ ἐκ παρασκευῆς πολλῷ κρείσσονος , σφαλλόμενοι δὲ τὰ πλείω , τά τε πρὸ αὐτῶν ἠπόρουν , καὶ ἐπειδή γε καὶ ταῖς ναυσὶν ἐκρατήθησαν , οὐκ ἂν ᾤοντο , πολλῷ δὴ μᾶλλον ἔτι .
7.56.1 οἱ δὲ Συρακόσιοι τόν τε λιμένα εὐθὺς παρέπλεον ἀδεῶς καὶ τὸ στόμα αὐτοῦ διενοοῦντο κλῄσειν , ὅπως μηκέτι , μηδ’ εἰ βούλοιντο , λάθοιεν αὐτοὺς οἱ Ἀθηναῖοι ἐκπλεύσαντες .
7.56.2 οὐ γὰρ περὶ τοῦ αὐτοὶ σωθῆναι μόνον ἔτι τὴν ἐπιμέλειαν ἐποιοῦντο , ἀλλὰ καὶ ὅπως ἐκείνους κωλύσουσι , νομίζοντες ὅπερ ἦν , ἀπό τε τῶν παρόντων πολὺ σφῶν καθυπέρτερα τὰ πράγματα εἶναι καί , εἰ δύναιντο κρατῆσαι Ἀθηναίων τε καὶ τῶν ξυμμάχων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν , καλὸν σφίσιν ἐς τοὺς Ἕλληνας τὸ ἀγώνισμα φανεῖσθαι · τούς τε γὰρ ἄλλους Ἕλληνας εὐθὺς τοὺς μὲν ἐλευθεροῦσθαι , τοὺς δὲ φόβου ἀπολύεσθαι ( οὐ γὰρ ἔτι δυνατὴν ἔσεσθαι τὴν ὑπόλοιπον Ἀθηναίων δύναμιν τὸν ὕστερον ἐπενεχθησόμενον πόλεμον ἐνεγκεῖν ) , καὶ αὐτοὶ δόξαντες αὐτῶν αἴτιοι εἶναι ὑπό τε τῶν ἄλλων ἀνθρώπων καὶ ὑπὸ τῶν ἔπειτα πολὺ θαυμασθήσεσθαι .