7.57.4 καὶ τῶν μὲν ὑπηκόων καὶ φόρου ὑποτελῶν Ἐρετριῆς καὶ Χαλκιδῆς καὶ Στυρῆς καὶ Καρύστιοι ἀπ’ Εὐβοίας ἦσαν , ἀπὸ δὲ νήσων Κεῖοι καὶ Ἄνδριοι καὶ Τήνιοι , ἐκ δ’ Ἰωνίας Μιλήσιοι καὶ Σάμιοι καὶ Χῖοι . τούτων Χῖοι οὐχ ὑποτελεῖς ὄντες φόρου , ναῦς δὲ παρέχοντες αὐτόνομοι ξυνέσποντο . καὶ τὸ πλεῖστον Ἴωνες ὄντες οὗτοι πάντες καὶ ἀπ’ Ἀθηναίων πλὴν Καρυστίων ( οὗτοι δ’ εἰσὶ Δρύοπες ) , ὑπήκοοι δ’ ὄντες καὶ ἀνάγκῃ ὅμως Ἴωνές γε ἐπὶ Δωριᾶς ἠκολούθουν .
7.57.5 πρὸς δ’ αὐτοῖς Αἰολῆς , Μηθυμναῖοι μὲν ναυσὶ καὶ οὐ φόρῳ ὑπήκοοι , Τενέδιοι δὲ καὶ Αἴνιοι ὑποτελεῖς . οὗτοι δὲ Αἰολῆς Αἰολεῦσι τοῖς κτίσασι Βοιωτοῖς 〈τοῖς μετὰ Συρακοσίων κατ’ ἀνάγκην ἐμάχοντο , Πλαταιῆς δὲ καταντικρὺ Βοιωτοὶ Βοιωτοῖς μόνοι εἰκότως κατὰ τὸ ἔχθος .
7.57.6 Ῥόδιοι δὲ καὶ Κυθήριοι Δωριῆς ἀμφότεροι , οἱ μὲν Λακεδαιμονίων ἄποικοι Κυθήριοι ἐπὶ Λακεδαιμονίους τοὺς ἅμα Γυλίππῳ μετ’ Ἀθηναίων ὅπλα ἔφερον , Ῥόδιοι δὲ Ἀργεῖοι γένος Συρακοσίοις μὲν Δωριεῦσι , Γελῴοις δὲ καὶ ἀποίκοις ἑαυτῶν οὖσι μετὰ Συρακοσίων στρατευομένοις ἠναγκάζοντο πολεμεῖν .
7.57.7 τῶν τε περὶ Πελοπόννησον νησιωτῶν Κεφαλλῆνες μὲν καὶ Ζακύνθιοι αὐτόνομοι μέν , κατὰ δὲ τὸ νησιωτικὸν μᾶλλον κατειργόμενοι , ὅτι θαλάσσης ἐκράτουν οἱ Ἀθηναῖοι , ξυνείποντο · Κερκυραῖοι δὲ οὐ μόνον Δωριῆς , ἀλλὰ καὶ Κορίνθιοι σαφῶς ἐπὶ Κορινθίους τε καὶ Συρακοσίους , τῶν μὲν ἄποικοι ὄντες , τῶν δὲ ξυγγενεῖς , ἀνάγκῃ μὲν ἐκ τοῦ εὐπρεποῦς , βουλήσει δὲ κατὰ ἔχθος τὸ Κορινθίων οὐχ ἧσσον εἵποντο .