7.48.2 τὸ δέ τι καὶ τὰ τῶν πολεμίων , ἀφ’ ὧν ἐπὶ πλέον οἱ ἄλλοι ᾐσθάνετο αὐτῶν , ἐλπίδος τι ἔτι παρεῖχε πονηρότερα τῶν σφετέρων ἔσεσθαι , ἢν καρτερῶσι προσκαθήμενοι · χρημάτων γὰρ ἀπορίᾳ αὐτοὺς ἐκτρυχώσειν , ἄλλως τε καὶ ἐπὶ πλέον ἤδη ταῖς ὑπαρχούσαις ναυσὶ θαλασσοκρατούντων . καὶ ἦν γάρ τι καὶ ἐν ταῖς Συρακούσαις βουλόμενον τοῖς Ἀθηναίοις τὰ πράγματα ἐνδοῦναι , ἐπεκηρυκεύετο ὡς αὐτὸν καὶ οὐκ εἴα ἀπανίστασθαι .
7.48.3 ἐπιστάμενος τῷ μὲν ἔργῳ ἔτι ἐπ’ ἀμφότερα ἔχων καὶ διασκοπῶν ἀνεῖχε , τῷ δ’ ἐμφανεῖ τότε λόγῳ οὐκ ἔφη ἀπάξειν τὴν στρατιάν . εὖ γὰρ εἰδέναι ὅτι Ἀθηναῖοι σφῶν ταῦτα οὐκ ἀποδέξονται , ὥστε μὴ αὐτῶν ψηφισαμένων ἀπελθεῖν . καὶ γὰρ οὐ τοὺς αὐτοὺς ψηφιεῖσθαί τε περὶ σφῶν [ αὐτῶν ] καὶ τὰ πράγματα ὥσπερ καὶ αὐτοὶ ὁρῶντας καὶ οὐκ ἄλλων ἐπιτιμήσει ἀκούσαντας γνώσεσθαι , ἀλλ’ ἐξ ὧν ἄν τις εὖ λέγων διαβάλλοι , ἐκ τούτων αὐτοὺς πείσεσθαι .
7.48.4 τῶν τε παρόντων στρατιωτῶν πολλοὺς καὶ τοὺς πλείους ἔφη , οἳ νῦν βοῶσιν ὡς ἐν δεινοῖς ὄντες , ἐκεῖσε ἀφικομένους τἀναντία βοήσεσθαι ὡς ὑπὸ χρημάτων καταπροδόντες οἱ στρατηγοὶ ἀπῆλθον . οὔκουν βούλεσθαι αὐτός γε ἐπιστάμενος τὰς Ἀθηναίων φύσεις ἐπ’ αἰσχρᾷ τε αἰτίᾳ καὶ ἀδίκως ὑπ’ Ἀθηναίων ἀπολέσθαι μᾶλλον ὑπὸ τῶν πολεμίων , εἰ δεῖ , κινδυνεύσας τοῦτο παθεῖν ἰδίᾳ .