7.47.1 οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ ἐν τούτῳ ἐβουλεύοντο πρός τε τὴν γεγενημένην ξυμφορὰν καὶ πρὸς τὴν παροῦσαν ἐν τῷ στρατοπέδῳ κατὰ πάντα ἀρρωστίαν . τοῖς τε γὰρ ἐπιχειρήμασιν ἑώρων οὐ κατορθοῦντες καὶ τοὺς στρατιώτας ἀχθομένους τῇ μονῇ ·
7.47.2 νόσῳ τε γὰρ ἐπιέζοντο κατ’ ἀμφότερα , τῆς τε ὥρας τοῦ ἐνιαυτοῦ ταύτης οὔσης ἐν ἀσθενοῦσιν ἄνθρωποι μάλιστα , καὶ τὸ χωρίον ἅμα ἐν ἐστρατοπεδεύοντο ἑλῶδες καὶ χαλεπὸν ἦν , τά τε ἄλλα ὅτι ἀνέλπιστα αὐτοῖς ἐφαίνετο .
7.47.3 τῷ οὖν Δημοσθένει οὐκ ἐδόκει ἔτι χρῆναι μένειν , ἀλλ’ ἅπερ καὶ διανοηθεὶς ἐς τὰς Ἐπιπολὰς διεκινδύνευσεν , ἐπειδὴ ἔσφαλτο , ἀπιέναι ἐψηφίζετο καὶ μὴ διατρίβειν , ἕως ἔτι τὸ πέλαγος οἷόν τε περαιοῦσθαι καὶ τοῦ στρατεύματος ταῖς γοῦν ἐπελθούσαις ναυσὶ κρατεῖν .
7.47.4 καὶ τῇ πόλει ὠφελιμώτερον ἔφη εἶναι πρὸς τοὺς ἐν τῇ χώρᾳ σφῶν ἐπιτειχίζοντας τὸν πόλεμον ποιεῖσθαι Συρακοσίους , οὓς οὐκέτι ῥᾴδιον εἶναι χειρώσασθαι · οὐδ’ αὖ ἄλλως χρήματα πολλὰ δαπανῶντας εἰκὸς εἶναι προσκαθῆσθαι .
7.48.1 καὶ μὲν Δημοσθένης τοιαῦτα ἐγίγνωσκεν · δὲ Νικίας ἐνόμιζε μὲν καὶ αὐτὸς πονηρά σφῶν τὰ πράγματα εἶναι , τῷ δὲ λόγῳ οὐκ ἐβούλετο αὐτὰ ἀσθενῆ ἀποδεικνύναι , οὐδ’ ἐμφανῶς σφᾶς ψηφιζομένους μετὰ πολλῶν τὴν ἀναχώρησιν τοῖς πολεμίοις καταγγέλτους γίγνεσθαι · λαθεῖν γὰρ ἄν , ὁπότε βούλοιντο , τοῦτο ποιοῦντες πολλῷ ἧσσον .