7.48.5 τά τε Συρακοσίων ἔφη ὅμως ἔτι ἥσσω τῶν σφετέρων εἶναι · καὶ χρήμασι γὰρ αὐτοὺς ξενοτροφοῦντας καὶ ἐν περιπολίοις ἅμα ἀναλίσκοντας καὶ ναυτικὸν πολὺ ἔτι ἐνιαυτὸν ἤδη βόσκοντας τὰ μὲν ἀπορεῖν , τὰ δ’ ἔτι ἀμηχανήσειν · δισχίλιά τε γὰρ τάλαντα ἤδη ἀνηλωκέναι καὶ ἔτι πολλὰ προσοφείλειν , ἤν τε καὶ ὁτιοῦν ἐκλίπωσι τῆς νῦν παρασκευῆς τῷ μὴ διδόναι τροφήν , φθερεῖσθαι αὐτῶν τὰ πράγματα , ἐπικουρικὰ μᾶλλον δι’ ἀνάγκης ὥσπερ τὰ σφέτερα ὄντα .
7.48.6 τρίβειν οὖν ἔφη χρῆναι προσκαθημένους καὶ μὴ χρήμασιν , ὧν πολὺ κρείσσους εἰσί , νικηθέντας ἀπιέναι .
7.49.1 μὲν Νικίας τοσαῦτα λέγων ἰσχυρίζετο , αἰσθόμενος τὰ ἐν ταῖς Συρακούσαις ἀκριβῶς καὶ τὴν τῶν χρημάτων ἀπορίαν καὶ ὅτι ἦν αὐτόθι πολὺ τὸ βουλόμενον τοῖς Ἀθηναίοις γίγνεσθαι τὰ πράγματα καὶ ἐπικηρυκευόμενον πρὸς αὐτὸν ὥστε μὴ ἀπανίστασθαι , καὶ ἅμα ταῖς γοῦν ναυσὶ μᾶλλον πρότερον ἐθάρσησε κρατήσειν .
7.49.2 δὲ Δημοσθένης περὶ μὲν τοῦ προσκαθῆσθαι οὐδ’ ὁπωσοῦν ἐνεδέχετο · εἰ δὲ δεῖ μὴ ἀπάγειν τὴν στρατιὰν ἄνευ Ἀθηναίων ψηφίσματος , ἀλλὰ τρίβειν αὐτοῦ , ἔφη χρῆναι ἐς τὴν Θάψον ἀναστάντας τοῦτο ποιεῖν ἐς τὴν Κατάνην , ὅθεν τῷ τε πεζῷ ἐπὶ πολλὰ τῆς χώρας ἐπιόντες θρέψονται πορθοῦντες τὰ τῶν πολεμίων καὶ ἐκείνους βλάψουσι , ταῖς τε ναυσὶν ἐν πελάγει καὶ οὐκ ἐν στενοχωρίᾳ , πρὸς τῶν πολεμίων μᾶλλόν ἐστι , τοὺς ἀγῶνας ποιήσονται , ἀλλ’ ἐν εὐρυχωρίᾳ , ἐν τά τε τῆς ἐμπειρίας χρήσιμα σφῶν ἔσται καὶ ἀναχωρήσεις καὶ ἐπίπλους οὐκ ἐκ βραχέος καὶ περιγραπτοῦ ὁρμώμενοί τε καὶ καταίροντες ἕξουσιν .