7.44.8 καὶ διωκόμενοι κατά τε τῶν κρημνῶν [ οἱ ] πολλοὶ ῥίπτοντες ἑαυτοὺς ἀπώλλυντο , στενῆς οὔσης τῆς ἀπὸ τῶν Ἐπιπολῶν πάλιν καταβάσεως , καὶ ἐπειδὴ ἐς τὸ ὁμαλὸν οἱ σῳζόμενοι ἄνωθεν καταβαῖεν , οἱ μὲν πολλοὶ αὐτῶν καὶ ὅσοι ἦσαν τῶν προτέρων στρατιωτῶν ἐμπειρίᾳ μᾶλλον τῆς χώρας ἐς τὸ στρατόπεδον διεφύγγανον , οἱ δὲ ὕστερον ἥκοντες εἰσὶν οἳ διαμαρτόντες τῶν ὁδῶν κατὰ τὴν χώραν ἐπλανήθησαν · οὕς , ἐπειδὴ ἡμέρα ἐγένετο , οἱ ἱππῆς τῶν Συρακοσίων περιελάσαντες διέφθειραν .
7.45.1 τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Συρακόσιοι δύο τροπαῖα ἔστησαν , ἐπί τε ταῖς Ἐπιπολαῖς πρόσβασις καὶ κατὰ τὸ χωρίον οἱ Βοιωτοὶ πρῶτον ἀντέστησαν , οἱ δ’ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους ἐκομίσαντο .
7.45.2 ἀπέθανον δὲ οὐκ ὀλίγοι αὐτῶν τε καὶ τῶν ξυμμάχων , ὅπλα μέντοι ἔτι πλείω κατὰ τοὺς νεκροὺς ἐλήφθη · οἱ γὰρ κατὰ τῶν κρημνῶν βιασθέντες ἅλλεσθαι ψιλοὶ [ ἄνευ τῶν ἀσπίδων ] οἱ μὲν ἀπώλλυντο , οἱ δ’ ἐσώθησαν .
7.46.1 μετὰ δὲ τοῦτο οἱ μὲν Συρακόσιοι ὡς ἐπὶ ἀπροσδοκήτῳ εὐπραγίᾳ πάλιν αὖ ἀναρρωσθέντες , ὥσπερ καὶ πρότερον , ἐς μὲν Ἀκράγαντα στασιάζοντα πέντε καὶ δέκα ναυσὶ Σικανὸν ἀπέστειλαν , ὅπως ὑπαγάγοιτο τὴν πόλιν , εἰ δύναιτο · Γύλιππος δὲ κατὰ γῆν ἐς τὴν ἄλλην Σικελίαν ᾤχετο αὖθις , ἄξων στρατιὰν ἔτι , ὡς ἐν ἐλπίδι ὢν καὶ τὰ τείχη τῶν Ἀθηναίων αἱρήσειν βίᾳ , ἐπειδὴ τὰ ἐν ταῖς Ἐπιπολαῖς οὕτω ξυνέβη .