7.44.4 οἵ τε γὰρ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ὡς κρατοῦντες παρεκελεύοντό τε κραυγῇ οὐκ ὀλίγῃ χρώμενοι , ἀδύνατον ὂν ἐν νυκτὶ ἄλλῳ τῳ σημῆναι , καὶ ἅμα τοὺς προσφερομένους ἐδέχοντο · οἵ τε Ἀθηναῖοι ἐζήτουν τε σφᾶς αὐτοὺς καὶ πᾶν τὸ ἐξ ἐναντίας , καὶ εἰ φίλιον εἴη τῶν ἤδη πάλιν φευγόντων , πολέμιον ἐνόμιζον , καὶ τοῖς ἐρωτήμασι τοῦ ξυνθήματος πυκνοῖς χρώμενοι διὰ τὸ μὴ εἶναι ἄλλῳ τῳ γνωρίσαι σφίσι τε αὐτοῖς θόρυβον πολὺν παρεῖχον ἅμα πάντες ἐρωτῶντες καὶ τοῖς πολεμίοις σαφὲς αὐτὸ κατέστησαν ·
7.44.5 τὸ δ’ ἐκείνων οὐχ ὁμοίως ἠπίσταντο διὰ τὸ κρατοῦντας αὐτοὺς καὶ μὴ διεσπασμένους ἧσσον ἀγνοεῖσθαι , ὥστ’ εἰ μὲν ἐντύχοιέν τισι κρείσσους ὄντες τῶν πολεμίων , διέφευγον αὐτοὺς ἅτε ἐκείνων ἐπιστάμενοι τὸ ξύνθημα , εἰ δ’ αὐτοὶ μὴ ἀποκρίνοιντο , διεφθείροντο .
7.44.6 μέγιστον δὲ καὶ οὐχ ἥκιστα ἔβλαψε καὶ παιανισμός · ἀπὸ γὰρ ἀμφοτέρων παραπλήσιος ὢν ἀπορίαν παρεῖχεν . οἵ τε γὰρ Ἀργεῖοι καὶ οἱ Κερκυραῖοι καὶ ὅσον Δωρικὸν μετ’ Ἀθηναίων ἦν , ὁπότε παιανίσειαν , φόβον παρεῖχε τοῖς Ἀθηναίοις , οἵ τε πολέμιοι ὁμοίως .
7.44.7 ὥστε τέλος ξυμπεσόντες αὑτοῖς κατὰ πολλὰ τοῦ στρατοπέδου , ἐπεὶ ἅπαξ ἐταράχθησαν , φίλοι τε φίλοις καὶ πολῖται πολίταις , οὐ μόνον ἐς φόβον κατέστησαν , ἀλλὰ καὶ ἐς χεῖρας ἀλλήλοις ἐλθόντες μόλις ἀπελύοντο .