7.44.1 καὶ ἐνταῦθα ἤδη ἐν πολλῇ ταραχῇ καὶ ἀπορίᾳ ἐγίγνοντο οἱ Ἀθηναῖοι , ἣν οὐδὲ πυθέσθαι ῥᾴδιον ἦν οὐδ’ ἀφ’ ἑτέρων ὅτῳ τρόπῳ ἕκαστα ξυνηνέχθη . ἐν μὲν γὰρ ἡμέρᾳ σαφέστερα μέν , ὅμως δὲ οὐδὲ ταῦτα οἱ παραγενόμενοι πάντα πλὴν τὸ καθ’ ἑαυτὸν ἕκαστος μόλις οἶδεν · ἐν δὲ νυκτομαχίᾳ , μόνη δὴ στρατοπέδων μεγάλων ἔν γε τῷδε τῷ πολέμῳ ἐγένετο , πῶς ἄν τις σαφῶς τι ᾔδει ;
7.44.2 ἦν μὲν γὰρ σελήνη λαμπρά , ἑώρων δὲ οὕτως ἀλλήλους ὡς ἐν σελήνῃ εἰκὸς τὴν μὲν ὄψιν τοῦ σώματος προορᾶν , τὴν δὲ γνῶσιν τοῦ οἰκείου ἀπιστεῖσθαι . ὁπλῖται δὲ ἀμφοτέρων οὐκ ὀλίγοι ἐν στενοχωρίᾳ ἀνεστρέφοντο .
7.44.3 καὶ τῶν Ἀθηναίων οἱ μὲν ἤδη ἐνικῶντο , οἱ δ’ ἔτι τῇ πρώτῃ ἐφόδῳ ἀήσσητοι ἐχώρουν . πολὺ δὲ καὶ τοῦ ἄλλου στρατεύματος αὐτοῖς τὸ μὲν ἄρτι ἀνεβεβήκει , τὸ δ’ ἔτι προσανῄει , ὥστ’ οὐκ ἠπίσταντο πρὸς ὅτι χρὴ χωρῆσαι . ἤδη γὰρ τὰ πρόσθεν τῆς τροπῆς γεγενημένης ἐτετάρακτο πάντα καὶ χαλεπὰ ἦν ὑπὸ τῆς βοῆς διαγνῶναι .