7.43.3 καὶ ἐπειδὴ ἐγένοντο πρὸς αὐταῖς κατὰ τὸν Εὐρύηλον , ᾗπερ καὶ προτέρα στρατιὰ τὸ πρῶτον ἀνέβη , λανθάνουσί τε τοὺς φύλακας τῶν Συρακοσίων , καὶ προσβάντες τὸ τείχισμα ἦν αὐτόθι τῶν Συρακοσίων αἱροῦσι καὶ ἄνδρας τῶν φυλάκων ἀποκτείνουσιν .
7.43.4 οἱ δὲ πλείους διαφυγόντες εὐθὺς πρὸς τὰ στρατόπεδα , ἦν ἐπὶ τῶν Ἐπιπολῶν τρία ἐν προτειχίσμασιν , ἓν μὲν τῶν Συρακοσίων , ἓν δὲ τῶν ἄλλων Σικελιωτῶν , ἓν δὲ τῶν ξυμμάχων , ἀγγέλλουσι τὴν ἔφοδον καὶ τοῖς ἑξακοσίοις τῶν Συρακοσίων , οἳ καὶ πρῶτοι κατὰ τοῦτο τὸ μέρος τῶν Ἐπιπολῶν φύλακες ἦσαν , ἔφραζον .
7.43.5 οἱ δ’ ἐβοήθουν τ’ εὐθύς , καὶ αὐτοῖς Δημοσθένης καὶ οἱ Ἀθηναῖοι ἐντυχόντες ἀμυνομένους προθύμως ἔτρεψαν . καὶ αὐτοὶ μὲν εὐθὺς ἐχώρουν ἐς τὸ πρόσθεν , ὅπως τῇ παρούσῃ ὁρμῇ τοῦ περαίνεσθαι ὧν ἕνεκα ἦλθον μὴ βραδεῖς γένωνται · ἄλλοι δὲ ἀπὸ τῆς πρώτης τὸ παρατείχισμα τῶν Συρακοσίων οὐχ ὑπομενόντων τῶν φυλάκων ᾕρουν τε καὶ τὰς ἐπάλξεις ἀπέσυρον .
7.43.6 οἱ δὲ Συρακόσιοι καὶ οἱ ξύμμαχοι καὶ Γύλιππος καὶ οἱ μετ’ αὐτοῦ ἐβοήθουν ἐκ τῶν προτειχισμάτων , καὶ ἀδοκήτου τοῦ τολμήματος σφίσιν ἐν νυκτὶ γενομένου προσέβαλόν τε τοῖς Ἀθηναίοις ἐκπεπληγμένοι καὶ βιασθέντες ὑπ’ αὐτῶν τὸ πρῶτον ὑπεχώρησαν .
7.43.7 προϊόντων δὲ τῶν Ἀθηναίων ἐν ἀταξίᾳ μᾶλλον ἤδη ὡς κεκρατηκότων καὶ βουλομένων διὰ παντὸς τοῦ μήπω μεμαχημένου τῶν ἐναντίων ὡς τάχιστα διελθεῖν , ἵνα μὴ ἀνέντων σφῶν τῆς ἐφόδου αὖθις ξυστραφῶσιν , οἱ Βοιωτοὶ πρῶτοι αὐτοῖς ἀντέσχον καὶ προσβαλόντες ἔτρεψάν τε καὶ ἐς φυγὴν κατέστησαν .