7.42.4 καὶ ὁρῶν τὸ παρατείχισμα τῶν Συρακοσίων , ἐκώλυσαν περιτειχίσαι σφᾶς τοὺς Ἀθηναίους , ἁπλοῦν ὂν καί , εἰ κρατήσειέ τις τῶν τε Ἐπιπολῶν τῆς ἀναβάσεως καὶ αὖθις τοῦ ἐν αὐταῖς στρατοπέδου , ῥᾳδίως ἂν αὐτὸ ληφθέν ( οὐδὲ γὰρ ὑπομεῖναι ἂν σφᾶς οὐδένα ) ,
7.42.5 ἠπείγετο ἐπιθέσθαι τῇ πείρᾳ , καί οἱ ξυντομωτάτην ἡγεῖτο διαπολέμησιν · γὰρ κατορθώσας ἕξειν Συρακούσας , ἀπάξειν τὴν στρατιὰν καὶ οὐ τρίψεσθαι ἄλλως Ἀθηναίους τε τοὺς ξυστρατευομένους καὶ τὴν ξύμπασαν πόλιν .
7.42.6 πρῶτον μὲν οὖν τήν τε γῆν ἐξελθόντες τῶν Συρακοσίων ἔτεμον οἱ Ἀθηναῖοι περὶ τὸν Ἄναπον , καὶ τῷ στρατεύματι ἐπεκράτουν ὥσπερ τὸ πρῶτον , τῷ τε πεζῷ καὶ ταῖς ναυσίν ( οὐδὲ γὰρ καθ’ ἕτερα οἱ Συρακόσιοι ἀντεπεξῇσαν ὅτι μὴ τοῖς ἱππεῦσι καὶ ἀκοντισταῖς ἀπὸ τοῦ Ὀλυμπιείου ) ·
7.43.1 ἔπειτα μηχαναῖς ἔδοξε τῷ Δημοσθένει πρότερον ἀποπειρᾶσαι τοῦ παρατειχίσματος . ὡς δὲ αὐτῷ προσαγαγόντι κατεκαύθησάν τε ὑπὸ τῶν ἐναντίων ἀπὸ τοῦ τείχους ἀμυνομένων αἱ μηχαναὶ καὶ τῇ ἄλλῃ στρατιᾷ πολλαχῇ προσβάλλοντες ἀπεκρούοντο , οὐκέτι ἐδόκει διατρίβειν , ἀλλὰ πείσας τόν τε Νικίαν καὶ τοὺς ἄλλους ξυνάρχοντας , ὡς ἐπενόει , τὴν ἐπιχείρησιν τῶν Ἐπιπολῶν ἐποιεῖτο .
7.43.2 καὶ ἡμέρας μὲν ἀδύνατα ἐδόκει εἶναι λαθεῖν προσελθόντας τε καὶ ἀναβάντας , παραγγείλας δὲ πέντε ἡμερῶν σιτία καὶ τοὺς λιθολόγους καὶ τέκτονας πάντας λαβὼν καὶ ἄλλην παρασκευὴν τοξευμάτων τε καὶ ὅσα ἔδει , ἢν κρατῶσι , τειχίζοντας ἔχειν , αὐτὸς μὲν ἀπὸ πρώτου ὕπνου καὶ Εὐρυμέδων καὶ Μένανδρος ἀναλαβὼν τὴν πᾶσαν στρατιὰν ἐχώρει πρὸς τὰς Ἐπιπολάς , Νικίας δὲ ἐν τοῖς τείχεσιν ὑπελέλειπτο .