7.37.3 καὶ οἱ Ἀθηναῖοι τὸ πρῶτον αὐτοὺς οἰόμενοι τῷ πεζῷ μόνῳ πειράσειν , ὁρῶντες δὲ καὶ τὰς ναῦς ἐπιφερομένας ἄφνω , ἐθορυβοῦντο , καὶ οἱ μὲν ἐπὶ τὰ τείχη καὶ πρὸ τῶν τειχῶν τοῖς προσιοῦσιν ἀντιπαρετάσσοντο , οἱ δὲ πρὸς τοὺς ἀπὸ τοῦ Ὀλυμπιείου καὶ τῶν ἔξω κατὰ τάχος χωροῦντας ἱππέας τε πολλοὺς καὶ ἀκοντιστὰς ἀντεπεξῇσαν , ἄλλοι δὲ τὰς ναῦς ἐπλήρουν καὶ ἅμα ἐπὶ τὸν αἰγιαλὸν παρεβοήθουν , καὶ ἐπειδὴ πλήρεις ἦσαν , ἀντανῆγον πέντε καὶ ἑβδομήκοντα ναῦς · καὶ τῶν Συρακοσίων ἦσαν ὀγδοήκοντα μάλιστα .
7.38.1 τῆς δὲ ἡμέρας ἐπὶ πολὺ προσπλέοντες καὶ ἀνακρουόμενοι καὶ πειράσαντες ἀλλήλων καὶ οὐδέτεροι δυνάμενοι ἄξιόν τι λόγου παραλαβεῖν , εἰ μὴ ναῦν μίαν δύο τῶν Ἀθηναίων οἱ Συρακόσιοι καταδύσαντες , διεκρίθησαν · καὶ πεζὸς ἅμα ἀπὸ τῶν τειχῶν ἀπῆλθεν .
7.38.2 τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Συρακόσιοι ἡσύχαζον , οὐδὲν δηλοῦντες ὁποῖόν τι τὸ μέλλον ποιήσουσιν · δὲ Νικίας ἰδὼν ἀντίπαλα τὰ τῆς ναυμαχίας γενόμενα καὶ ἐλπίζων αὐτοὺς αὖθις ἐπιχειρήσειν τούς τε τριηράρχους ἠνάγκαζεν ἐπισκευάζειν τὰς ναῦς , εἴ τίς τι ἐπεπονήκει , καὶ ὁλκάδας προώρμισε πρὸ τοῦ σφετέρου σταυρώματος , αὐτοῖς πρὸ τῶν νεῶν ἀντὶ λιμένος κλῃστοῦ ἐν τῇ θαλάσσῃ ἐπεπήγει .
7.38.3 διαλειπούσας δὲ τὰς ὁλκάδας ὅσον δύο πλέθρα ἀπ’ ἀλλήλων κατέστησεν , ὅπως , εἴ τις βιάζοιτο ναῦς , εἴη κατάφευξις ἀσφαλὴς καὶ πάλιν καθ’ ἡσυχίαν ἔκπλους . παρασκευαζόμενοι δὲ ταῦτα ὅλην τὴν ἡμέραν διετέλεσαν οἱ Ἀθηναῖοι μέχρι νυκτός .