7.36.6 ἐς ὀλίγον τε καὶ πάντας ἐς τὸ αὐτό , προσπίπτοντας ἀλλήλοις ταράξεσθαι ( ὅπερ καὶ ἔβλαπτε μάλιστα τοὺς Ἀθηναίους ἐν ἁπάσαις ταῖς ναυμαχίαις , οὐκ οὔσης αὐτοῖς ἐς πάντα τὸν λιμένα τῆς ἀνακρούσεως , ὥσπερ τοῖς Συρακοσίοις ) · περιπλεῦσαι δὲ ἐς τὴν εὐρυχωρίαν , σφῶν ἐχόντων τὴν ἐπίπλευσιν ἀπὸ τοῦ πελάγους τε καὶ ἀνάκρουσιν , οὐ δυνήσεσθαι αὐτούς , ἄλλως τε καὶ τοῦ Πλημμυρίου πολεμίου τε αὐτοῖς ἐσομένου καὶ τοῦ στόματος οὐ μεγάλου ὄντος τοῦ λιμένος .
7.37.1 τοιαῦτα οἱ Συρακόσιοι πρὸς τὴν ἑαυτῶν ἐπιστήμην τε καὶ δύναμιν ἐπινοήσαντες καὶ ἅμα τεθαρσηκότες μᾶλλον ἤδη ἀπὸ τῆς προτέρας ναυμαχίας , ἐπεχείρουν τῷ τε πεζῷ ἅμα καὶ ταῖς ναυσίν .
7.37.2 καὶ τὸν μὲν πεζὸν ὀλίγῳ πρότερον τὸν ἐκ τῆς πόλεως Γύλιππος προεξαγαγὼν προσῆγε τῷ τείχει τῶν Ἀθηναίων , καθ’ ὅσον πρὸς τὴν πόλιν αὐτοῦ ἑώρα · καὶ οἱ ἀπὸ τοῦ Ὀλυμπιείου , οἵ τε ὁπλῖται ὅσοι ἐκεῖ ἦσαν καὶ οἱ ἱππῆς καὶ γυμνητεία τῶν Συρακοσίων ἐκ τοῦ ἐπὶ θάτερα προσῄει τῷ τείχει · αἱ δὲ νῆες μετὰ τοῦτο εὐθὺς ἐπεξέπλεον τῶν Συρακοσίων καὶ ξυμμάχων .