7.39.1 τῇ δ’ ὑστεραίᾳ οἱ Συρακόσιοι τῆς μὲν ὥρας πρωίτερον , τῇ δ’ ἐπιχειρήσει τῇ αὐτῇ τοῦ τε πεζοῦ καὶ τοῦ ναυτικοῦ προσέμισγον τοῖς Ἀθηναίοις ,
7.39.2 καὶ ἀντικαταστάντες ταῖς ναυσὶ τὸν αὐτὸν τρόπον αὖθις ἐπὶ πολὺ διῆγον τῆς ἡμέρας πειρώμενοι ἀλλήλων , πρὶν δὴ Ἀρίστων Πυρρίχου Κορίνθιος , ἄριστος ὢν κυβερνήτης τῶν μετὰ Συρακοσίων , πείθει τοὺς σφετέρους τοῦ ναυτικοῦ ἄρχοντας , πέμψαντας ὡς τοὺς ἐν τῇ πόλει ἐπιμελομένους , κελεύειν ὅτι τάχιστα τὴν ἀγορὰν τῶν πωλουμένων παρὰ τὴν θάλασσαν μεταστῆσαι κομίσαντας , καὶ ὅσα τις ἔχει ἐδώδιμα , πάντας ἐκεῖσε φέροντας ἀναγκάσαι πωλεῖν , ὅπως αὐτοῖς ἐκβιβάσαντες τοὺς ναύτας εὐθὺς παρὰ τὰς ναῦς ἀριστοποιήσωνται , καὶ δι’ ὀλίγου αὖθις καὶ αὐθημερὸν ἀπροσδοκήτοις τοῖς Ἀθηναίοις ἐπιχειρῶσιν .
7.40.1 καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ἄγγελον , καὶ ἀγορὰ παρεσκευάσθη , καὶ οἱ Συρακόσιοι ἐξαίφνης πρύμναν κρουσάμενοι πάλιν πρὸς τὴν πόλιν ἔπλευσαν καὶ εὐθὺς ἐκβάντες αὐτοῦ ἄριστον ἐποιοῦντο ·
7.40.2 οἱ δ’ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ὡς ἡσσημένους σφῶν πρὸς τὴν πόλιν ἀνακρούσασθαι , καθ’ ἡσυχίαν ἐκβάντες τά τε ἄλλα διεπράσσοντο καὶ τὰ ἀμφὶ τὸ ἄριστον ὡς τῆς γε ἡμέρας ταύτης οὐκέτι οἰόμενοι ἂν ναυμαχῆσαι .
7.40.3 ἐξαίφνης δὲ οἱ Συρακόσιοι πληρώσαντες τὰς ναῦς ἐπέπλεον αὖθις · οἱ δὲ διὰ πολλοῦ θορύβου καὶ ἄσιτοι οἱ πλείους οὐδενὶ κόσμῳ ἐσβάντες μόλις ποτὲ ἀντανήγοντο .
7.40.4 καὶ χρόνον μέν τινα ἀπέσχοντο ἀλλήλων φυλασσόμενοι · ἔπειτα οὐκ ἐδόκει τοῖς Ἀθηναίοις ὑπὸ σφῶν αὐτῶν διαμέλλοντας κόπῳ ἁλίσκεσθαι , ἀλλ’ ἐπιχειρεῖν ὅτι τάχιστα , καὶ ἐπιφερόμενοι ἐκ παρακελεύσεως ἐναυμάχουν .