7.36.3 ἐνόμισαν γὰρ οἱ Συρακόσιοι πρὸς τὰς τῶν Ἀθηναίων ναῦς οὐχ ὁμοίως ἀντινεναυπηγημένας , ἀλλὰ λεπτὰ τὰ πρῴραθεν ἐχούσας διὰ τὸ μὴ ἀντιπρῴροις μᾶλλον αὐτοὺς ἐκ περίπλου ταῖς ἐμβολαῖς χρῆσθαι , οὐκ ἔλασσον σχήσειν , καὶ τὴν ἐν τῷ μεγάλῳ λιμένι ναυμαχίαν , οὐκ ἐν πολλῷ πολλαῖς ναυσὶν οὖσαν , πρὸς ἑαυτῶν ἔσεσθαι · ἀντιπρῴροις γὰρ ταῖς ἐμβολαῖς χρώμενοι ἀναρρήξειν τὰ πρῴραθεν αὐτοῖς , στερίφοις καὶ παχέσι πρὸς κοῖλα καὶ ἀσθενῆ παίοντες τοῖς ἐμβόλοις .
7.36.4 τοῖς δὲ Ἀθηναίοις οὐκ ἔσεσθαι σφῶν ἐν στενοχωρίᾳ οὔτε περίπλουν οὔτε διέκπλουν , ᾧπερ τῆς τέχνης μάλιστα ἐπίστευον · αὐτοὶ γὰρ κατὰ τὸ δυνατὸν τὸ μὲν οὐ δώσειν διεκπλεῖν , τὸ δὲ τὴν στενοχωρίαν κωλύσειν ὥστε μὴ περιπλεῖν .
7.36.5 τῇ τε πρότερον ἀμαθίᾳ τῶν κυβερνητῶν δοκούσῃ εἶναι , τὸ ἀντίπρῳρον ξυγκροῦσαι , μάλιστ’ ἂν αὐτοὶ χρήσασθαι · πλεῖστον γὰρ ἐν αὐτῷ σχήσειν · τὴν γὰρ ἀνάκρουσιν οὐκ ἔσεσθαι τοῖς Ἀθηναίοις ἐξωθουμένοις ἄλλοσε ἐς τὴν γῆν , καὶ ταύτην δι’ ὀλίγου καὶ ἐς ὀλίγον , κατ’ αὐτὸ τὸ στρατόπεδον τὸ ἑαυτῶν · τοῦ δ’ ἄλλου λιμένος αὐτοὶ κρατήσειν , καὶ ξυμφερομένους αὐτούς , ἤν πῃ βιάζωνται ,