7.31.2 καὶ μετὰ τοῦτο ἀφικόμενος Δημοσθένης ἐς τὴν Ζάκυνθον καὶ Κεφαλληνίαν ὁπλίτας τε παρέλαβε καὶ ἐκ τῆς Ναυπάκτου τῶν Μεσσηνίων μετεπέμψατο καὶ ἐς τὴν ἀντιπέρας ἤπειρον τῆς Ἀκαρνανίας διέβη , ἐς Ἀλύζιάν τε καὶ Ἀνακτόριον , αὐτοὶ εἶχον .
7.31.3 ὄντι δ’ αὐτῷ περὶ ταῦτα Εὐρυμέδων ἀπαντᾷ ἐκ τῆς Σικελίας ἀποπλέων , ὃς τότε τοῦ χειμῶνος τὰ χρήματα ἄγων τῇ στρατιᾷ ἀπεπέμφθη , καὶ ἀγγέλλει τά τε ἄλλα καὶ ὅτι πύθοιτο κατὰ πλοῦν ἤδη ὢν τὸ Πλημμύριον ὑπὸ τῶν Συρακοσίων ἑαλωκός .
7.31.4 ἀφικνεῖται δὲ καὶ Κόνων παρ’ αὐτούς , ὃς ἦρχε Ναυπάκτου , ἀγγέλλων ὅτι αἱ πέντε καὶ εἴκοσι νῆες τῶν Κορινθίων αἱ σφίσιν ἀνθορμοῦσαι οὔτε καταλύουσι τὸν πόλεμον ναυμαχεῖν τε μέλλουσιν · πέμπειν οὖν ἐκέλευεν αὐτοὺς ναῦς , ὡς οὐχ ἱκανὰς οὔσας δυοῖν δεούσας εἴκοσι τὰς ἑαυτῶν πρὸς τὰς ἐκείνων πέντε καὶ εἴκοσι ναυμαχεῖν .
7.31.5 τῷ μὲν οὖν Κόνωνι δέκα ναῦς Δημοσθένης καὶ Εὐρυμέδων τὰς ἄριστα σφίσι πλεούσας ἀφ’ ὧν αὐτοὶ εἶχον ξυμπέμπουσι πρὸς τὰς ἐν τῇ Ναυπάκτῳ · αὐτοὶ δὲ τὰ περὶ τῆς στρατιᾶς τὸν ξύλλογον ἡτοιμάζοντο , Εὐρυμέδων μὲν ἐς τὴν Κέρκυραν πλεύσας καὶ πέντε καὶ δέκα τε ναῦς πληροῦν κελεύσας αὐτοὺς καὶ ὁπλίτας καταλεγόμενος ( ξυνῆρχε γὰρ ἤδη Δημοσθένει ἀποτραπόμενος , ὥσπερ καὶ ᾑρέθη ) , Δημοσθένης δ’ ἐκ τῶν περὶ τὴν Ἀκαρνανίαν χωρίων σφενδονήτας τε καὶ ἀκοντιστὰς ξυναγείρων .