7.30.1 οἱ δὲ Θηβαῖοι αἰσθόμενοι ἐβοήθουν , καὶ καταλαβόντες προκεχωρηκότας ἤδη τοὺς Θρᾷκας οὐ πολὺ τήν τε λείαν ἀφείλοντο καὶ αὐτοὺς φοβήσαντες καταδιώκουσιν ἐπὶ τὸν Εὔριπον καὶ τὴν θάλασσαν , οὗ αὐτοῖς τὰ πλοῖα ἤγαγεν ὥρμει .
7.30.2 καὶ ἀποκτείνουσιν αὐτῶν ἐν τῇ ἐσβάσει τοὺς πλείστους οὔτε ἐπισταμένους νεῖν τῶν τε ἐν τοῖς πλοίοις , ὡς ἑώρων τὰ ἐν τῇ γῇ , ὁρμισάντων ἔξω τοξεύματος τὰ πλοῖα , ἐπεὶ ἔν γε τῇ ἄλλῃ ἀναχωρήσει οὐκ ἀτόπως οἱ Θρᾷκες πρὸς τὸ τῶν Θηβαίων ἱππικόν , ὅπερ πρῶτον προσέκειτο , προεκθέοντές τε καὶ ξυστρεφόμενοι ἐν ἐπιχωρίῳ τάξει τὴν φυλακὴν ἐποιοῦντο , καὶ ὀλίγοι αὐτῶν ἐν τούτῳ διεφθάρησαν . μέρος δέ τι καὶ ἐν τῇ πόλει αὐτῇ δι’ ἁρπαγὴν ἐγκαταληφθὲν ἀπώλετο . οἱ δὲ ξύμπαντες τῶν Θρᾳκῶν πεντήκοντα καὶ διακόσιοι ἀπὸ τριακοσίων καὶ χιλίων ἀπέθανον .
7.30.3 διέφθειραν δὲ καὶ τῶν Θηβαίων καὶ τῶν ἄλλων οἳ ξυνεβοήθησαν ἐς εἴκοσι μάλιστα ἱππέας τε καὶ ὁπλίτας ὁμοῦ καὶ Θηβαίων τῶν βοιωταρχῶν Σκιρφώνδαν · τῶν δὲ Μυκαλησσίων μέρος τι ἀπανηλώθη . τὰ μὲν κατὰ τὴν Μυκαλησσὸν πάθει χρησαμένην οὐδενὸς ὡς ἐπὶ μεγέθει τῶν κατὰ τὸν πόλεμον ἧσσον ὀλοφύρασθαι ἀξίῳ τοιαῦτα ξυνέβη .
7.31.1 δὲ Δημοσθένης τότε ἀποπλέων ἐπὶ τῆς Κερκύρας μετὰ τὴν ἐκ τῆς Λακωνικῆς τείχισιν , ὁλκάδα ὁρμοῦσαν ἐν Φειᾷ τῇ Ἠλείων εὑρών , ἐν οἱ Κορίνθιοι ὁπλῖται ἐς τὴν Σικελίαν ἔμελλον περαιοῦσθαι , αὐτὴν μὲν διαφθείρει , οἱ δ’ ἄνδρες ἀποφυγόντες ὕστερον λαβόντες ἄλλην ἔπλεον .