7.32.1 οἱ δ’ ἐκ τῶν Συρακουσῶν τότε μετὰ τὴν τοῦ Πλημμυρίου ἅλωσιν πρέσβεις οἰχόμενοι ἐς τὰς πόλεις ἐπειδὴ ἔπεισάν τε καὶ ξυναγείραντες ἔμελλον ἄξειν τὸν στρατόν , Νικίας προπυθόμενος πέμπει ἐς τῶν Σικελῶν τοὺς τὴν δίοδον ἔχοντας καὶ σφίσι ξυμμάχους , Κεντόριπάς τε καὶ Ἀλικυαίους καὶ ἄλλους , ὅπως μὴ διαφρήσωσι τοὺς πολεμίους , ἀλλὰ ξυστραφέντες κωλύσωσι διελθεῖν · ἄλλῃ γὰρ αὐτοὺς οὐδὲ πειράσειν · Ἀκραγαντῖνοι γὰρ οὐκ ἐδίδοσαν διὰ τῆς ἑαυτῶν ὁδόν .
7.32.2 πορευομένων δ’ ἤδη τῶν Σικελιωτῶν οἱ Σικελοί , καθάπερ ἐδέοντο οἱ Ἀθηναῖοι , ἐνέδραν τινὰ τριχῇ ποιησάμενοι , ἀφυλάκτοις τε καὶ ἐξαίφνης ἐπιγενόμενοι διέφθειραν ἐς ὀκτακοσίους μάλιστα καὶ τοὺς πρέσβεις πλὴν ἑνὸς τοῦ Κορινθίου πάντας · οὗτος δὲ τοὺς διαφυγόντας ἐς πεντακοσίους καὶ χιλίους ἐκόμισεν ἐς τὰς Συρακούσας .
7.33.1 καὶ περὶ τὰς αὐτὰς ἡμέρας καὶ οἱ Καμαριναῖοι ἀφικνοῦνται αὐτοῖς βοηθοῦντες , πεντακόσιοι μὲν ὁπλῖται , τριακόσιοι δὲ ἀκοντισταὶ καὶ τοξόται τριακόσιοι . ἔπεμψαν δὲ καὶ οἱ Γελῷοι ναυτικόν τε ἐς πέντε ναῦς καὶ ἀκοντιστὰς τετρακοσίους καὶ ἱππέας διακοσίους .
7.33.2 σχεδὸν γάρ τι ἤδη πᾶσα Σικελία πλὴν Ἀκραγαντίνων ( οὗτοι δ’ οὐδὲ μεθ’ ἑτέρων ἦσαν ) , οἱ δ’ ἄλλοι ἐπὶ τοὺς Ἀθηναίους μετὰ τῶν Συρακοσίων οἱ πρότερον περιορώμενοι ξυστάντες ἐβοήθουν .
7.33.3 καὶ οἱ μὲν Συρακόσιοι , ὡς αὐτοῖς τὸ ἐν τοῖς Σικελοῖς πάθος ἐγένετο , ἐπέσχον τὸ εὐθέως τοῖς Ἀθηναίοις ἐπιχειρεῖν · δὲ Δημοσθένης καὶ Εὐρυμέδων , ἑτοίμης ἤδη τῆς στρατιᾶς οὔσης ἔκ τε τῆς Κερκύρας καὶ ἀπὸ τῆς ἠπείρου , ἐπεραιώθησαν ξυμπάσῃ τῇ στρατιᾷ τὸν Ἰόνιον ἐπ’ ἄκραν Ἰαπυγίαν ·