7.13.2 τὰ δὲ πληρώματα διὰ τόδε ἐφθάρη τε ἡμῖν καὶ ἔτι νῦν φθείρεται , τῶν ναυτῶν [ τῶν ] μὲν διὰ φρυγανισμὸν καὶ ἁρπαγὴν καὶ ὑδρείαν μακρὰν ὑπὸ τῶν ἱππέων ἀπολλυμένων · οἱ δὲ θεράποντες , ἐπειδὴ ἐς ἀντίπαλα καθεστήκαμεν , αὐτομολοῦσι , καὶ οἱ ξένοι οἱ μὲν ἀναγκαστοὶ ἐσβάντες εὐθὺς κατὰ τὰς πόλεις ἀποχωροῦσιν , οἱ δὲ ὑπὸ μεγάλου μισθοῦ τὸ πρῶτον ἐπαρθέντες καὶ οἰόμενοι χρηματιεῖσθαι μᾶλλον μαχεῖσθαι , ἐπειδὴ παρὰ γνώμην ναυτικόν τε δὴ καὶ τἆλλα ἀπὸ τῶν πολεμίων ἀνθεστῶτα ὁρῶσιν , οἱ μὲν ἐπ’ αὐτομολίας προφάσει ἀπέρχονται , οἱ δὲ ὡς ἕκαστοι δύνανται ( πολλὴ δ’ Σικελία ) , εἰσὶ δ’ οἳ καὶ αὐτοὶ ἐμπορευόμενοι ἀνδράποδα Ὑκκαρικὰ ἀντεμβιβάσαι ὑπὲρ σφῶν πείσαντες τοὺς τριηράρχους τὴν ἀκρίβειαν τοῦ ναυτικοῦ ἀφῄρηνται .
7.14.1 ἐπισταμένοις δ’ ὑμῖν γράφω ὅτι βραχεῖα ἀκμὴ πληρώματος καὶ ὀλίγοι τῶν ναυτῶν οἱ ἐξορμῶντές τε ναῦν καὶ ξυνέχοντες τὴν εἰρεσίαν .
7.14.2 τούτων δὲ πάντων ἀπορώτατον τό τε μὴ οἷόν τε εἶναι ταῦτα ἐμοὶ κωλῦσαι τῷ στρατηγῷ ( χαλεπαὶ γὰρ αἱ ὑμέτεραι φύσεις ἄρξαι ) καὶ ὅτι οὐδ’ ὁπόθεν ἐπιπληρωσόμεθα τὰς ναῦς ἔχομεν , τοῖς πολεμίοις πολλαχόθεν ὑπάρχει , ἀλλ’ ἀνάγκη ἀφ’ ὧν ἔχοντες ἤλθομεν τά τε ὄντα καὶ ἀπαναλισκόμενα γίγνεσθαι · αἱ γὰρ νῦν οὖσαι πόλεις ξύμμαχοι ἀδύνατοι Νάξος καὶ Κατάνη .
7.14.3 εἰ δὲ προσγενήσεται ἓν ἔτι τοῖς πολεμίοις , ὥστε τὰ τρέφοντα ἡμᾶς χωρία τῆς Ἰταλίας , ὁρῶντα ἐν τ’ ἐσμὲν καὶ ὑμῶν μὴ ἐπιβοηθούντων , πρὸς ἐκείνους χωρῆσαι , διαπεπολεμήσεται αὐτοῖς ἀμαχεὶ ἐκπολιορκηθέντων ἡμῶν [ πόλεμος ] .