7.12.3 καὶ δεινὸν μηδενὶ ὑμῶν δόξῃ εἶναι ὅτι καὶ κατὰ θάλασσαν . τὸ γὰρ ναυτικὸν ἡμῶν , ὅπερ κἀκεῖνοι πυνθάνονται , τὸ μὲν πρῶτον ἤκμαζε καὶ τῶν νεῶν τῇ ξηρότητι καὶ τῶν πληρωμάτων τῇ σωτηρίᾳ · νῦν δὲ αἵ τε νῆες διάβροχοι τοσοῦτον χρόνον ἤδη θαλασσεύουσαι , καὶ τὰ πληρώματα ἔφθαρται .
7.12.4 τὰς μὲν γὰρ ναῦς οὐκ ἔστιν ἀνελκύσαντας διαψύξαι διὰ τὸ ἀντιπάλους τῷ πλήθει καὶ ἔτι πλείους τὰς τῶν πολεμίων οὔσας αἰεὶ προσδοκίαν παρέχειν ὡς ἐπιπλεύσονται .
7.12.5 φανεραὶ δ’ εἰσὶν ἀναπειρώμεναι , καὶ αἱ ἐπιχειρήσεις ἐπ’ ἐκείνοις καὶ ἀποξηρᾶναι τὰς σφετέρας μᾶλλον ἐξουσία · οὐ γὰρ ἐφορμοῦσιν ἄλλοις .
7.13.1 ἡμῖν δ’ ἐκ πολλῆς ἂν περιουσίας νεῶν μόλις τοῦτο ὑπῆρχε καὶ μὴ ἀναγκαζομένοις ὥσπερ νῦν πάσαις φυλάσσειν · εἰ γὰρ ἀφαιρήσομέν τι καὶ βραχὺ τῆς τηρήσεως , τὰ ἐπιτήδεια οὐχ ἕξομεν , παρὰ τὴν ἐκείνων πόλιν χαλεπῶς καὶ νῦν ἐσκομιζόμενοι .