7.14.4 " τούτων ἐγὼ ἡδίω μὲν ἂν εἶχον ὑμῖν ἕτερα ἐπιστέλλειν , οὐ μέντοι χρησιμώτερά γε , εἰ δεῖ σαφῶς εἰδότας τὰ ἐνθάδε βουλεύσασθαι . καὶ ἅμα τὰς φύσεις ἐπιστάμενος ὑμῶν , βουλομένων μὲν τὰ ἥδιστα ἀκούειν , αἰτιωμένων δὲ ὕστερον , ἤν τι ὑμῖν ἀπ’ αὐτῶν μὴ ὁμοῖον ἐκβῇ , ἀσφαλέστερον ἡγησάμην τὸ ἀληθὲς δηλῶσαι .
7.15.1 καὶ νῦν ὡς ἐφ’ μὲν ἤλθομεν τὸ πρῶτον καὶ τῶν στρατιωτῶν καὶ τῶν ἡγεμόνων ὑμῖν μὴ μεμπτῶν γεγενημένων , οὕτω τὴν γνώμην ἔχετε · ἐπειδὴ δὲ Σικελία τε ἅπασα ξυνίσταται καὶ ἐκ Πελοποννήσου ἄλλη στρατιὰ προσδόκιμος αὐτοῖς , βουλεύεσθε ἤδη ὡς τῶν γ’ ἐνθάδε μηδὲ τοῖς παροῦσιν ἀνταρκούντων , ἀλλ’ τούτους μεταπέμπειν δέον ἄλλην στρατιὰν μὴ ἐλάσσω ἐπιπέμπειν καὶ πεζὴν καὶ ναυτικὴν καὶ χρήματα μὴ ὀλίγα , ἐμοὶ δὲ διάδοχόν τινα , ὡς ἀδύνατός εἰμι διὰ νόσον νεφρῖτιν παραμένειν .
7.15.2 ἀξιῶ δ’ ὑμῶν ξυγγνώμης τυγχάνειν · καὶ γὰρ ὅτ’ ἐρρώμην πολλὰ ἐν ἡγεμονίαις ὑμᾶς εὖ ἐποίησα . ὅτι δὲ μέλλετε , ἅμα τῷ ἦρι εὐθὺς καὶ μὴ ἐς ἀναβολὰς πράσσετε , ὡς τῶν πολεμίων τὰ μὲν ἐν Σικελίᾳ δι’ ὀλίγου ποριουμένων , τὰ δ’ ἐκ Πελοποννήσου σχολαίτερον μέν , ὅμως δ’ , ἢν μὴ προσέχητε τὴν γνώμην , τὰ μὲν λήσουσιν ὑμᾶς , ὥσπερ καὶ πρότερον , τὰ δὲ φθήσονται . "