7.6.2 καὶ Γύλιππος τοὺς μὲν ὁπλίτας ἔξω τῶν τειχῶν μᾶλλον πρότερον προαγαγὼν ξυνέμισγεν αὐτοῖς , τοὺς δ’ ἱππέας καὶ τοὺς ἀκοντιστὰς ἐκ πλαγίου τάξας τῶν Ἀθηναίων κατὰ τὴν εὐρυχωρίαν , τῶν τειχῶν ἀμφοτέρων αἱ ἐργασίαι ἔληγον .
7.6.3 καὶ προσβαλόντες οἱ ἱππῆς ἐν τῇ μάχῃ τῷ εὐωνύμῳ κέρᾳ τῶν Ἀθηναίων , ὅπερ κατ’ αὐτοὺς ἦν , ἔτρεψαν · καὶ δι’ αὐτὸ καὶ τὸ ἄλλο στράτευμα νικηθὲν ὑπὸ τῶν Συρακοσίων κατηράχθη ἐς τὰ τειχίσματα .
7.6.4 καὶ τῇ ἐπιούσῃ νυκτὶ ἔφθασαν παροικοδομήσαντες καὶ παρελθόντες τὴν τῶν Ἀθηναίων οἰκοδομίαν , ὥστε μηκέτι μήτε αὐτοὶ κωλύεσθαι ὑπ’ αὐτῶν , ἐκείνους τε καὶ παντάπασιν ἀπεστερηκέναι , εἰ καὶ κρατοῖεν , μὴ ἂν ἔτι σφᾶς ἀποτειχίσαι .
7.7.1 μετὰ δὲ τοῦτο αἵ τε τῶν Κορινθίων νῆες καὶ Ἀμπρακιωτῶν καὶ Λευκαδίων ἐσέπλευσαν αἱ ὑπόλοιποι δώδεκα , λαθοῦσαι τὴν τῶν Ἀθηναίων φυλακήν ( ἦρχε δ’ αὐτῶν Ἐρασινίδης Κορίνθιος ) , καὶ ξυνετείχισαν τὸ λοιπὸν τοῖς Συρακοσίοις μέχρι τοῦ ἐγκαρσίου τείχους .
7.7.2 καὶ Γύλιππος ἐς τὴν ἄλλην Σικελίαν ἐπὶ στρατιάν τε ᾤχετο , καὶ ναυτικὴν καὶ πεζὴν ξυλλέξων , καὶ τῶν πόλεων ἅμα προσαξόμενος εἴ τις μὴ πρόθυμος ἦν παντάπασιν ἔτι ἀφειστήκει τοῦ πολέμου .
7.7.3 πρέσβεις τε ἄλλοι τῶν Συρακοσίων καὶ Κορινθίων ἐς Λακεδαίμονα καὶ Κόρινθον ἀπεστάλησαν , ὅπως στρατιὰ ἔτι περαιωθῇ τρόπῳ ἂν ἐν ὁλκάσιν πλοίοις ἄλλως ὅπως ἂν προχωρῇ , ὡς καὶ τῶν Ἀθηναίων ἐπιμεταπεμπομένων .
7.7.4 οἵ τε Συρακόσιοι ναυτικὸν ἐπλήρουν καὶ ἀνεπειρῶντο ὡς καὶ τούτῳ ἐπιχειρήσοντες , καὶ ἐς τἆλλα πολὺ ἐπέρρωντο .