7.8.1 δὲ Νικίας αἰσθόμενος τοῦτο καὶ ὁρῶν καθ’ ἡμέραν ἐπιδιδοῦσαν τήν τε τῶν πολεμίων ἰσχὺν καὶ τὴν σφετέραν ἀπορίαν , ἔπεμπε καὶ αὐτὸς ἐς τὰς Ἀθήνας ἀγγέλλων πολλάκις μὲν καὶ ἄλλοτε καθ’ ἕκαστα τῶν γιγνομένων , μάλιστα δὲ καὶ τότε , νομίζων ἐν δεινοῖς τε εἶναι καί , εἰ μὴ ὡς τάχιστα σφᾶς μεταπέμψουσιν ἄλλους μὴ ὀλίγους ἀποστελοῦσιν , οὐδεμίαν εἶναι σωτηρίαν .
7.8.2 φοβούμενος δὲ μὴ οἱ πεμπόμενοι κατὰ τὴν τοῦ λέγειν ἀδυνασίαν καὶ μνήμης ἐλλιπεῖς γιγνόμενοι τῷ ὄχλῳ πρὸς χάριν τι λέγοντες οὐ τὰ ὄντα ἀπαγγέλλωσιν , ἔγραψεν ἐπιστολήν , νομίζων οὕτως ἂν μάλιστα τὴν αὑτοῦ γνώμην μηδὲν ἐν τῷ ἀγγέλῳ ἀφανισθεῖσαν μαθόντας τοὺς Ἀθηναίους βουλεύσασθαι περὶ τῆς ἀληθείας .
7.8.3 καὶ οἱ μὲν ᾤχοντο φέροντες , οὓς ἀπέστειλε , τὰ γράμματα καὶ ὅσα ἔδει αὐτοὺς εἰπεῖν · δὲ τὰ κατὰ τὸ στρατόπεδον διὰ φυλακῆς μᾶλλον ἤδη ἔχων δι’ ἑκουσίων κινδύνων ἐπεμέλετο .
7.9.1 ἐν δὲ τῷ αὐτῷ θέρει τελευτῶντι καὶ Εὐετίων στρατηγὸς Ἀθηναίων μετὰ Περδίκκου στρατεύσας ἐπ’ Ἀμφίπολιν Θρᾳξὶ πολλοῖς τὴν μὲν πόλιν οὐχ εἷλεν , ἐς δὲ τὸν Στρυμόνα περικομίσας τριήρεις ἐκ τοῦ ποταμοῦ ἐπολιόρκει ὁρμώμενος ἐξ Ἱμεραίου . καὶ τὸ θέρος ἐτελεύτα .
7.10.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ἥκοντες ἐς τὰς Ἀθήνας οἱ παρὰ τοῦ Νικίου ὅσα τε ἀπὸ γλώσσης εἴρητο αὐτοῖς εἶπον , καὶ εἴ τίς τι ἐπηρώτα ἀπεκρίνοντο , καὶ τὴν ἐπιστολὴν ἀπέδοσαν . δὲ γραμματεὺς τῆς πόλεως παρελθὼν ἀνέγνω τοῖς Ἀθηναίοις δηλοῦσαν τοιάδε .