7.5.1 δὲ Γύλιππος ἅμα μὲν ἐτείχιζε τὸ διὰ τῶν Ἐπιπολῶν τεῖχος , τοῖς λίθοις χρώμενος οὓς οἱ Ἀθηναῖοι προπαρεβάλοντο σφίσιν , ἅμα δὲ παρέτασσεν ἐξάγων αἰεὶ πρὸ τοῦ τειχίσματος τοὺς Συρακοσίους καὶ τοὺς ξυμμάχους · καὶ οἱ Ἀθηναῖοι ἀντιπαρετάσσοντο .
7.5.2 ἐπειδὴ δὲ ἔδοξε τῷ Γυλίππῳ καιρὸς εἶναι , ἦρχε τῆς ἐφόδου · καὶ ἐν χερσὶ γενόμενοι ἐμάχοντο μεταξὺ τῶν τειχισμάτων , τῆς ἵππου τῶν Συρακοσίων οὐδεμία χρῆσις ἦν .
7.5.3 καὶ νικηθέντων τῶν Συρακοσίων καὶ τῶν ξυμμάχων καὶ νεκροὺς ὑποσπόνδους ἀνελομένων καὶ τῶν Ἀθηναίων τροπαῖον στησάντων , Γύλιππος ξυγκαλέσας τὸ στράτευμα οὐκ ἔφη τὸ ἁμάρτημα ἐκείνων , ἀλλ’ ἑαυτοῦ γενέσθαι · τῆς γὰρ ἵππου καὶ τῶν ἀκοντιστῶν τὴν ὠφελίαν τῇ τάξει ἐντὸς λίαν τῶν τειχῶν ποιήσας ἀφελέσθαι · νῦν οὖν αὖθις ἐπάξειν .
7.5.4 καὶ διανοεῖσθαι οὕτως ἐκέλευεν αὐτοὺς ὡς τῇ μὲν παρασκευῇ οὐκ ἔλασσον ἕξοντας , τῇ δὲ γνώμῃ οὐκ ἀνεκτὸν ἐσόμενον εἰ μὴ ἀξιώσουσι Πελοποννήσιοί τε ὄντες καὶ Δωριῆς Ἰώνων καὶ νησιωτῶν καὶ ξυγκλύδων ἀνθρώπων κρατήσαντες ἐξελάσασθαι ἐκ τῆς χώρας .
7.6.1 καὶ μετὰ ταῦτα , ἐπειδὴ καιρὸς ἦν , αὖθις ἐπῆγεν αὐτούς . δὲ Νικίας καὶ οἱ Ἀθηναῖοι νομίζοντες , καὶ εἰ ἐκεῖνοι μὴ ἐθέλοιεν μάχης ἄρχειν , ἀναγκαῖον εἶναι σφίσι μὴ περιορᾶν παροικοδομούμενον τὸ τεῖχος ( ἤδη γὰρ καὶ ὅσον οὐ παρεληλύθει τὴν τῶν Ἀθηναίων τοῦ τείχους τελευτὴν ἐκείνων τείχισις , καί , εἰ προέλθοι , ταὐτὸν ἤδη ἐποίει αὐτοῖς νικᾶν τε μαχομένοις διὰ παντὸς καὶ μηδὲ μάχεσθαι ) , ἀντεπῇσαν οὖν τοῖς Συρακοσίοις .