6.91.3 καὶ εἰ αὕτη πόλις ληφθήσεται , ἔχεται καὶ πᾶσα Σικελία , καὶ εὐθὺς καὶ Ἰταλία · καὶ ὃν ἄρτι κίνδυνον ἐκεῖθεν προεῖπον , οὐκ ἂν διὰ μακροῦ ὑμῖν ἐπιπέσοι .
6.91.4 ὥστε μὴ περὶ τῆς Σικελίας τις οἰέσθω μόνον βουλεύειν , ἀλλὰ καὶ περὶ τῆς Πελοποννήσου , εἰ μὴ ποιήσετε τάδε ἐν τάχει , στρατιάν τε ἐπὶ νεῶν πέμψετε τοιαύτην ἐκεῖσε οἵτινες αὐτερέται κομισθέντες καὶ ὁπλιτεύσουσιν εὐθύς , καὶ τῆς στρατιᾶς ἔτι χρησιμώτερον εἶναι νομίζω , ἄνδρα Σπαρτιάτην ἄρχοντα , ὡς ἂν τούς τε παρόντας ξυντάξῃ καὶ τοὺς μὴ ’θέλοντας προσαναγκάσῃ · οὕτω γὰρ οἵ τε ὑπάρχοντες ὑμῖν φίλοι θαρσήσουσι μᾶλλον καὶ οἱ ἐνδοιάζοντες ἀδεέστερον προσίασιν .
6.91.5 καὶ τὰ ἐνθάδε χρὴ ἅμα φανερώτερον ἐκπολεμεῖν , ἵνα Συρακόσιοί τε νομίζοντες ὑμᾶς ἐπιμέλεσθαι μᾶλλον ἀντέχωσι καὶ Ἀθηναῖοι τοῖς ἑαυτῶν ἧσσον ἄλλην ἐπικουρίαν πέμπωσιν .
6.91.6 τειχίζειν τε χρὴ Δεκέλειαν τῆς Ἀττικῆς , ὅπερ Ἀθηναῖοι μάλιστα αἰεὶ φοβοῦνται , καὶ μόνου αὐτοῦ νομίζουσι τῶν ἐν τῷ πολέμῳ οὐ διαπεπειρᾶσθαι . βεβαιότατα δ’ ἄν τις οὕτω τοὺς πολεμίους βλάπτοι , εἰ μάλιστα δεδιότας αὐτοὺς αἰσθάνοιτο , ταῦτα σαφῶς πυνθανόμενος ἐπιφέροι · εἰκὸς γὰρ αὐτοὺς ἀκριβέστατα ἑκάστους τὰ σφέτερα αὐτῶν δεινὰ ἐπισταμένους φοβεῖσθαι .