6.90.2 ἐπλεύσαμεν ἐς Σικελίαν πρῶτον μέν , εἰ δυναίμεθα , Σικελιώτας καταστρεψόμενοι , μετὰ δ’ ἐκείνους αὖθις καὶ Ἰταλιώτας , ἔπειτα καὶ τῆς Καρχηδονίων ἀρχῆς καὶ αὐτῶν ἀποπειράσοντες .
6.90.3 εἰ δὲ προχωρήσειε ταῦτα πάντα καὶ τὰ πλείω , ἤδη τῇ Πελοποννήσῳ ἐμέλλομεν ἐπιχειρήσειν , κομίσαντες ξύμπασαν μὲν τὴν ἐκεῖθεν προσγενομένην δύναμιν τῶν Ἑλλήνων , πολλοὺς δὲ βαρβάρους μισθωσάμενοι καὶ Ἴβηρας καὶ ἄλλους τῶν ἐκεῖ ὁμολογουμένως νῦν βαρβάρων μαχιμωτάτους , τριήρεις τε πρὸς ταῖς ἡμετέραις πολλὰς ναυπηγησάμενοι , ἐχούσης τῆς Ἰταλίας ξύλα ἄφθονα , αἷς τὴν Πελοπόννησον πέριξ πολιορκοῦντες καὶ τῷ πεζῷ ἅμα ἐκ γῆς ἐφορμαῖς τῶν πόλεων τὰς μὲν βίᾳ λαβόντες , τὰς δ’ ἐντειχισάμενοι , ῥᾳδίως ἠλπίζομεν καταπολεμήσειν καὶ μετὰ ταῦτα καὶ τοῦ ξύμπαντος Ἑλληνικοῦ ἄρξειν .
6.90.4 χρήματα δὲ καὶ σῖτον , ὥστε εὐπορώτερον γίγνεσθαί τι αὐτῶν , αὐτὰ τὰ προσγενόμενα ἐκεῖθεν χωρία ἔμελλε διαρκῆ ἄνευ τῆς ἐνθένδε προσόδου παρέξειν .
6.91.1 τοιαῦτα μὲν περὶ τοῦ νῦν οἰχομένου στόλου παρὰ τοῦ τὰ ἀκριβέστατα εἰδότος ὡς διενοήθημεν ἀκηκόατε · καὶ ὅσοι ὑπόλοιποι στρατηγοί , ἢν δύνωνται , ὁμοίως αὐτὰ πράξουσιν . ὡς δέ , εἰ μὴ βοηθήσετε οὐ περιέσται τἀκεῖ , μάθετε ἤδη .
6.91.2 Σικελιῶται γὰρ ἀπειρότεροι μέν εἰσιν , ὅμως δ’ ἂν ξυστραφέντες ἁθρόοι καὶ νῦν ἔτι περιγένοιντο · Συρακόσιοι δὲ μόνοι μάχῃ τε ἤδη πανδημεὶ ἡσσημένοι καὶ ναυσὶν ἅμα κατειργόμενοι ἀδύνατοι ἔσονται τῇ νῦν Ἀθηναίων ἐκεῖ παρασκευῇ ἀντισχεῖν .