6.91.7 δ’ ἐν τῇ ἐπιτειχίσει αὐτοὶ ὠφελούμενοι τοὺς ἐναντίους κωλύσετε , πολλὰ παρεὶς τὰ μέγιστα κεφαλαιώσω . οἷς τε γὰρ χώρα κατεσκεύασται , τὰ πολλὰ πρὸς ὑμᾶς τὰ μὲν ληφθέντα , τὰ δ’ αὐτόματα ἥξει · καὶ τὰς τοῦ Λαυρείου τῶν ἀργυρείων μετάλλων προσόδους καὶ ὅσα ἀπὸ γῆς καὶ δικαστηρίων νῦν ὠφελοῦνται εὐθὺς ἀποστερήσονται , μάλιστα δὲ τῆς ἀπὸ τῶν ξυμμάχων προσόδου ἧσσον διαφορουμένης , οἳ τὰ παρ’ ὑμῶν νομίσαντες ἤδη κατὰ κράτος πολεμεῖσθαι ὀλιγωρήσουσιν .
6.92.1 γίγνεσθαι δέ τι αὐτῶν καὶ ἐν τάχει καὶ προθυμότερον ἐν ὑμῖν ἐστίν , Λακεδαιμόνιοι , ἐπεὶ ὥς γε δυνατά ( καὶ οὐχ ἁμαρτήσεσθαι οἶμαι γνώμης ) πάνυ θαρσῶ .
6.92.2 " καὶ χείρων οὐδενὶ ἀξιῶ δοκεῖν ὑμῶν εἶναι , εἰ τῇ ἐμαυτοῦ μετὰ τῶν πολεμιωτάτων φιλόπολίς ποτε δοκῶν εἶναι νῦν ἐγκρατῶς ἐπέρχομαι , οὐδὲ ὑποπτεύεσθαί μου ἐς τὴν φυγαδικὴν προθυμίαν τὸν λόγον .
6.92.3 φυγάς τε γάρ εἰμι τῆς τῶν ἐξελασάντων πονηρίας , καὶ οὐ τῆς ὑμετέρας , ἢν πείθησθέ μοι , ὠφελίας · καὶ πολεμιώτεροι οὐχ οἱ τοὺς πολεμίους που βλάψαντες ὑμεῖς οἱ τοὺς φίλους ἀναγκάσαντες πολεμίους γενέσθαι .
6.92.4 τό τε φιλόπολι οὐκ ἐν ἀδικοῦμαι ἔχω , ἀλλ’ ἐν ἀσφαλῶς ἐπολιτεύθην . οὐδ’ ἐπὶ πατρίδα οὖσαν ἔτι ἡγοῦμαι νῦν ἰέναι , πολὺ δὲ μᾶλλον τὴν οὐκ οὖσαν ἀνακτᾶσθαι . καὶ φιλόπολις οὗτος ὀρθῶς , οὐχ ὃς ἂν τὴν ἑαυτοῦ ἀδίκως ἀπολέσας μὴ ἐπίῃ , ἀλλ’ ὃς ἂν ἐκ παντὸς τρόπου διὰ τὸ ἐπιθυμεῖν πειραθῇ αὐτὴν ἀναλαβεῖν .