6.87.4 ἐν παντὶ γὰρ πᾶς χωρίῳ , καὶ μὴ ὑπάρχομεν , τε οἰόμενος ἀδικήσεσθαι καὶ ἐπιβουλεύων διὰ τὸ ἑτοίμην ὑπεῖναι ἐλπίδα τῷ μὲν ἀντιτυχεῖν ἐπικουρίας ἀφ’ ἡμῶν , τῷ δὲ εἰ ἥξομεν , μὴ ἀδεεῖ εἶναι κινδυνεύειν , ἀμφότεροι ἀναγκάζονται μὲν ἄκων σωφρονεῖν , δ’ ἀπραγμόνως σῴζεσθαι .
6.87.5 ταύτην οὖν τὴν κοινὴν τῷ τε δεομένῳ καὶ ὑμῖν νῦν παροῦσαν ἀσφάλειαν μὴ ἀπώσησθε , ἀλλ’ ἐξισώσαντες τοῖς ἄλλοις μεθ’ ἡμῶν τοῖς Συρακοσίοις , ἀντὶ τοῦ αἰεὶ φυλάσσεσθαι αὐτούς , καὶ ἀντεπιβουλεῦσαί ποτε ἐκ τοῦ ὁμοίου μεταλάβετε . "
6.88.1 τοιαῦτα δὲ Εὔφημος εἶπεν . οἱ δὲ Καμαριναῖοι ἐπεπόνθεσαν τοιόνδε . τοῖς μὲν Ἀθηναίοις εὖνοι ἦσαν , πλὴν καθ’ ὅσον [ εἰ ] τὴν Σικελίαν ᾤοντο αὐτοὺς δουλώσεσθαι , τοῖς δὲ Συρακοσίοις αἰεὶ κατὰ τὸ ὅμορον διάφοροι · δεδιότες δ’ οὐχ ἧσσον τοὺς Συρακοσίους ἐγγὺς ὄντας μὴ καὶ ἄνευ σφῶν περιγένωνται , τό τε πρῶτον αὐτοῖς τοὺς ὀλίγους ἱππέας ἔπεμψαν καὶ τὸ λοιπὸν ἐδόκει αὐτοῖς ὑπουργεῖν μὲν τοῖς Συρακοσίοις μᾶλλον ἔργῳ , ὡς ἂν δύνωνται μετριώτατα , ἐν δὲ τῷ παρόντι , ἵνα μηδὲ τοῖς Ἀθηναίοις ἔλασσον δοκῶσι νεῖμαι , ἐπειδὴ καὶ ἐπικρατέστεροι τῇ μάχῃ ἐγένοντο , λόγῳ ἀποκρίνασθαι ἴσα ἀμφοτέροις .
6.88.2 καὶ οὕτω βουλευσάμενοι ἀπεκρίναντο , ἐπειδὴ τυγχάνει ἀμφοτέροις οὖσι ξυμμάχοις σφῶν πρὸς ἀλλήλους πόλεμος ὤν , εὔορκον δοκεῖν εἶναι σφίσιν ἐν τῷ παρόντι μηδετέροις ἀμύνειν . καὶ οἱ πρέσβεις ἑκατέρων ἀπῆλθον .