6.86.5 πολὺ δὲ ἐπὶ ἀληθεστέραν γε σωτηρίαν ἡμεῖς ἀντιπαρακαλοῦμεν , δεόμενοι τὴν ὑπάρχουσαν ἀπ’ ἀλλήλων ἀμφοτέροις μὴ προδιδόναι , νομίσαι δὲ τοῖσδε μὲν καὶ ἄνευ ξυμμάχων αἰεὶ ἐφ’ ὑμᾶς ἑτοίμην διὰ τὸ πλῆθος εἶναι ὁδόν , ὑμῖν δ’ οὐ πολλάκις παρασχήσειν μετὰ τοσῆσδε ἐπικουρίας ἀμύνασθαι · ἣν εἰ τῷ ὑπόπτῳ ἄπρακτον ἐάσετε ἀπελθεῖν καὶ σφαλεῖσαν , ἔτι βουλήσεσθε καὶ πολλοστὸν μόριον αὐτῆς ἰδεῖν , ὅτε οὐδὲν ἔτι περανεῖ παραγενόμενον ὑμῖν .
6.87.1 " ἀλλὰ μήτε ὑμεῖς , Καμαριναῖοι , ταῖς τῶνδε διαβολαῖς ἀναπείθεσθε μήτε οἱ ἄλλοι · εἰρήκαμεν δ’ ὑμῖν πᾶσαν τὴν ἀλήθειαν περὶ ὧν ὑποπτευόμεθα , καὶ ἔτι ἐν κεφαλαίοις ὑπομνήσαντες ἀξιώσομεν πείθειν .
6.87.2 φαμὲν γὰρ ἄρχειν μὲν τῶν ἐκεῖ , ἵνα μὴ ὑπακούωμεν ἄλλου , ἐλευθεροῦν δὲ τὰ ἐνθάδε , ὅπως μὴ ὑπ’ αὐτῶν βλαπτώμεθα , πολλὰ δ’ ἀναγκάζεσθαι πράσσειν , διότι καὶ πολλὰ φυλασσόμεθα , ξύμμαχοι δὲ καὶ νῦν καὶ πρότερον τοῖς ἐνθάδε ὑμῶν ἀδικουμένοις οὐκ ἄκλητοι , παρακληθέντες δὲ ἥκειν .
6.87.3 καὶ ὑμεῖς μήθ’ ὡς δικασταὶ γενόμενοι τῶν ἡμῖν ποιουμένων μήθ’ ὡς σωφρονισταί , χαλεπὸν ἤδη , ἀποτρέπειν πειρᾶσθε , καθ’ ὅσον δέ τι ὑμῖν τῆς ἡμετέρας πολυπραγμοσύνης καὶ τρόπου τὸ αὐτὸ ξυμφέρει , τούτῳ ἀπολαβόντες χρήσασθε , καὶ νομίσατε μὴ πάντας ἐν ἴσῳ βλάπτειν αὐτά , πολὺ δὲ πλείους τῶν Ἑλλήνων καὶ ὠφελεῖν ·