6.88.3 καὶ οἱ μὲν Συρακόσιοι τὰ καθ’ ἑαυτοὺς ἐξηρτύοντο ἐς τὸν πόλεμον , οἱ δ’ Ἀθηναῖοι ἐν τῇ Νάξῳ ἐστρατοπεδευμένοι τὰ πρὸς τοὺς Σικελοὺς ἔπρασσον ὅπως αὐτοῖς ὡς πλεῖστοι προσχωρήσονται .
6.88.4 καὶ οἱ μὲν πρὸς τὰ πεδία μᾶλλον τῶν Σικελῶν ὑπήκοοι ὄντες τῶν Συρακοσίων οἱ πολλοὶ ἀφειστήκεσαν · τῶν δὲ τὴν μεσόγειαν ἐχόντων αὐτόνομοι οὖσαι καὶ πρότερον αἰεὶ 〈αἱ〉 οἰκήσεις εὐθὺς πλὴν ὀλίγοι μετὰ τῶν Ἀθηναίων ἦσαν , καὶ σῖτόν τε κατεκόμιζον τῷ στρατεύματι καὶ εἰσὶν οἳ καὶ χρήματα .
6.88.5 ἐπὶ δὲ τοὺς μὴ προσχωροῦντας οἱ Ἀθηναῖοι στρατεύοντες τοὺς μὲν προσηνάγκαζον , τοὺς δὲ καὶ ὑπὸ τῶν Συρακοσίων φρουρούς τε πεμπόντων καὶ βοηθούντων ἀπεκωλύοντο . τόν τε χειμῶνα μεθορμισάμενοι ἐκ τῆς Νάξου ἐς τὴν Κατάνην καὶ τὸ στρατόπεδον κατεκαύθη ὑπὸ τῶν Συρακοσίων αὖθις ἀνορθώσαντες διεχείμαζον .
6.88.6 καὶ ἔπεμψαν μὲν ἐς Καρχηδόνα τριήρη περὶ φιλίας , εἰ δύναιντό τι ὠφελεῖσθαι , ἔπεμψαν δὲ καὶ ἐς Τυρσηνίαν , ἔστιν ὧν πόλεων ἐπαγγελλομένων καὶ αὐτῶν ξυμπολεμεῖν . περιήγγελλον δὲ καὶ τοῖς Σικελοῖς καὶ ἐς τὴν Ἔγεσταν πέμψαντες ἐκέλευον ἵππους σφίσιν ὡς πλείστους πέμπειν , καὶ τἆλλα ἐς τὸν περιτειχισμόν , πλινθία καὶ σίδηρον , ἡτοίμαζον , καὶ ὅσα ἔδει , ὡς ἅμα τῷ ἦρι ἑξόμενοι τοῦ πολέμου .
6.88.7 οἱ δ’ ἐς τὴν Κόρινθον καὶ Λακεδαίμονα τῶν Συρακοσίων ἀποσταλέντες πρέσβεις τούς τε Ἰταλιώτας ἅμα παραπλέοντες ἐπειρῶντο πείθειν μὴ περιορᾶν τὰ γιγνόμενα ὑπὸ τῶν Ἀθηναίων , ὡς καὶ ἐκείνοις ὁμοίως ἐπιβουλευόμενα , καὶ ἐπειδὴ ἐν τῇ Κορίνθῳ ἐγένοντο , λόγους ἐποιοῦντο ἀξιοῦντες σφίσι κατὰ τὸ ξυγγενὲς βοηθεῖν .