6.85.3 ὥστε καὶ τἀνθάδε εἰκὸς πρὸς τὸ λυσιτελοῦν , καὶ λέγομεν , ἐς Συρακοσίους δέος καθίστασθαι . ἀρχῆς γὰρ ἐφίενται ὑμῶν καὶ βούλονται ἐπὶ τῷ ἡμετέρῳ ξυστήσαντες ὑμᾶς ὑπόπτῳ , βίᾳ καὶ κατ’ ἐρημίαν , ἀπράκτων ἡμῶν ἀπελθόντων , αὐτοὶ ἄρξαι τῆς Σικελίας . ἀνάγκη δέ , ἢν ξυστῆτε πρὸς αὐτούς · οὔτε γὰρ ἡμῖν ἔτι ἔσται ἰσχὺς τοσαύτη ἐς ἓν ξυστᾶσα εὐμεταχείριστος , οὔθ’ οἵδ’ ἀσθενεῖς ἂν ἡμῶν μὴ παρόντων πρὸς ὑμᾶς εἶεν .
6.86.1 καὶ ὅτῳ ταῦτα μὴ δοκεῖ , αὐτὸ τὸ ἔργον ἐλέγχει . τὸ γὰρ πρότερον ἡμᾶς ἐπηγάγεσθε οὐκ ἄλλον τινὰ προσείοντες φόβον , εἰ περιοψόμεθα ὑμᾶς ὑπὸ Συρακοσίοις γενέσθαι , ὅτι καὶ αὐτοὶ κινδυνεύσομεν .
6.86.2 καὶ νῦν οὐ δίκαιον , ᾧπερ καὶ ἡμᾶς ἠξιοῦτε λόγῳ πείθειν , τῷ αὐτῷ ἀπιστεῖν , οὐδ’ ὅτι δυνάμει μείζονι πρὸς τὴν τῶνδε ἰσχὺν πάρεσμεν ὑποπτεύεσθαι , πολὺ δὲ μᾶλλον τοῖσδε ἀπιστεῖν .
6.86.3 ἡμεῖς μέν γε οὔτε ἐμμεῖναι δυνατοὶ μὴ μεθ’ ὑμῶν , εἴ τε καὶ γενόμενοι κακοὶ κατεργασαίμεθα , ἀδύνατοι κατασχεῖν διὰ μῆκός τε πλοῦ καὶ ἀπορίᾳ φυλακῆς πόλεων μεγάλων καὶ τῇ παρασκευῇ ἠπειρωτίδων · οἵδε δὲ οὐ στρατοπέδῳ , πόλει δὲ μείζονι τῆς ἡμετέρας παρουσίας ἐποικοῦντες ὑμῖν αἰεί τε ἐπιβουλεύουσι καὶ ὅταν καιρὸν λάβωσιν ἑκάστου ,
6.86.4 οὐκ ἀνιᾶσιν ( ἔδειξαν δὲ καὶ ἄλλα ἤδη καὶ τὰ ἐς Λεοντίνους ) , καὶ νῦν τολμῶσιν ἐπὶ τοὺς ταῦτα κωλύοντας καὶ ἀνέχοντας τὴν Σικελίαν μέχρι τοῦδε μὴ ὑπ’ αὐτοὺς εἶναι παρακαλεῖν ὑμᾶς ὡς ἀναισθήτους .