6.84.2 καὶ ἐν τούτῳ προσήκετε ἤδη ἡμῖν τὰ μέγιστα . διόπερ καὶ τοὺς Λεοντίνους εὔλογον κατοικίζειν μὴ ὑπηκόους ὥσπερ τοὺς ξυγγενεῖς αὐτῶν τοὺς ἐν Εὐβοίᾳ , ἀλλ’ ὡς δυνατωτάτους , ἵνα ἐκ τῆς σφετέρας ὅμοροι ὄντες τοῖσδε ὑπὲρ ἡμῶν λυπηροὶ ὦσιν .
6.84.3 τὰ μὲν γὰρ ἐκεῖ καὶ αὐτοὶ ἀρκοῦμεν πρὸς τοὺς πολεμίους , καὶ Χαλκιδεύς , ὃν ἀλόγως ἡμᾶς φησὶ δουλωσαμένους τοὺς ἐνθάδε ἐλευθεροῦν , ξύμφορος ἡμῖν ἀπαράσκευος ὢν καὶ χρήματα μόνον φέρων , τὰ δὲ ἐνθάδε καὶ Λεοντῖνοι καὶ οἱ ἄλλοι φίλοι ὅτι μάλιστα αὐτονομούμενοι .
6.85.1 ἀνδρὶ δὲ τυράννῳ πόλει ἀρχὴν ἐχούσῃ οὐδὲν ἄλογον ὅτι ξυμφέρον οὐδ’ οἰκεῖον ὅτι μὴ πιστόν · πρὸς ἕκαστα δὲ δεῖ ἐχθρὸν φίλον μετὰ καιροῦ γίγνεσθαι . καὶ ἡμᾶς τοῦτο ὠφελεῖ ἐνθάδε , οὐκ ἢν τοὺς φίλους κακώσωμεν , ἀλλ’ ἢν οἱ ἐχθροὶ διὰ τὴν τῶν φίλων ῥώμην ἀδύνατοι ὦσιν .
6.85.2 ἀπιστεῖν δὲ οὐ χρή · καὶ γὰρ τοὺς ἐκεῖ ξυμμάχους ὡς ἕκαστοι χρήσιμοι ἐξηγούμεθα , Χίους μὲν καὶ Μηθυμναίους νεῶν παροκωχῇ αὐτονόμους , τοὺς δὲ πολλοὺς χρημάτων βιαιότερον φορᾷ , ἄλλους δὲ καὶ πάνυ ἐλευθέρως ξυμμαχοῦντας , καίπερ νησιώτας ὄντας καὶ εὐλήπτους , διότι ἐν χωρίοις ἐπικαίροις εἰσὶ περὶ τὴν Πελοπόννησον .