6.79.3 ἀλλ’ οὐ δίκαιον , ἀμύνειν δὲ καὶ μὴ φοβεῖσθαι τὴν παρασκευὴν αὐτῶν · οὐ γὰρ ἢν ἡμεῖς ξυστῶμεν πάντες δεινή ἐστιν , ἀλλ’ ἤν , ὅπερ οὗτοι σπεύδουσι , τἀναντία διαστῶμεν , ἐπεὶ οὐδὲ πρὸς ἡμᾶς μόνους ἐλθόντες καὶ μάχῃ περιγενόμενοι ἔπραξαν ἐβούλοντο , ἀπῆλθον δὲ διὰ τάχους .
6.80.1 ὥστε οὐχ ἁθρόους γε ὄντας εἰκὸς ἀθυμεῖν , ἰέναι δὲ ἐς τὴν ξυμμαχίαν προθυμότερον , ἄλλως τε καὶ ἀπὸ Πελοποννήσου παρεσομένης ὠφελίας , οἳ τῶνδε κρείσσους εἰσὶ τὸ παράπαν τὰ πολέμια · καὶ μὴ ἐκείνην τὴν προμηθίαν δοκεῖν τῳ ἡμῖν μὲν ἴσην εἶναι , ὑμῖν δὲ ἀσφαλῆ , τὸ μηδετέροις δὴ ὡς καὶ ἀμφοτέρων ὄντας ξυμμάχους βοηθεῖν .
6.80.2 οὐ γὰρ ἔργῳ ἴσον ὥσπερ τῷ δικαιώματί ἐστιν . εἰ γὰρ δι’ ὑμᾶς μὴ ξυμμαχήσαντας τε παθὼν σφαλήσεται καὶ κρατῶν περιέσται , τί ἄλλο τῇ αὐτῇ ἀπουσίᾳ τοῖς μὲν οὐκ ἠμύνατε σωθῆναι , τοὺς δὲ οὐκ ἐκωλύσατε κακοὺς γενέσθαι ; καίτοι κάλλιον τοῖς ἀδικουμένοις καὶ ἅμα ξυγγενέσι προσθεμένους τήν τε κοινὴν ὠφελίαν τῇ Σικελίᾳ φυλάξαι καὶ τοὺς Ἀθηναίους φίλους δὴ ὄντας μὴ ἐᾶσαι ἁμαρτεῖν .
6.80.3 " ξυνελόντες τε λέγομεν οἱ Συρακόσιοι ἐκδιδάσκειν μὲν οὐδὲν ἔργον εἶναι σαφῶς οὔτε ὑμᾶς οὔτε τοὺς ἄλλους περὶ ὧν αὐτοὶ οὐδὲν χεῖρον γιγνώσκετε · δεόμεθα δὲ καὶ μαρτυρόμεθα ἅμα , εἰ μὴ πείσομεν , ὅτι ἐπιβουλευόμεθα μὲν ὑπὸ Ἰώνων αἰεὶ πολεμίων , προδιδόμεθα δὲ ὑπὸ ὑμῶν Δωριῆς Δωριῶν .