6.80.4 καὶ εἰ καταστρέψονται ἡμᾶς Ἀθηναῖοι , ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσι , τῷ δ’ αὑτῶν ὀνόματι τιμηθήσονται , καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον τὸν τὴν νίκην παρασχόντα λήψονται · καὶ εἰ αὖ ἡμεῖς περιεσόμεθα , τῆς αἰτίας τῶν κινδύνων οἱ αὐτοὶ τὴν τιμωρίαν ὑφέξετε .
6.80.5 σκοπεῖτε οὖν καὶ αἱρεῖσθε ἤδη τὴν αὐτίκα ἀκινδύνως δουλείαν κἂν περιγενόμενοι μεθ’ ἡμῶν τούσδε τε μὴ αἰσχρῶς δεσπότας λαβεῖν καὶ τὴν πρὸς ἡμᾶς ἔχθραν μὴ ἂν βραχεῖαν γενομένην διαφυγεῖν . "
6.81.1 τοιαῦτα μὲν Ἑρμοκράτης εἶπεν . δ’ Εὔφημος τῶν Ἀθηναίων πρεσβευτὴς μετ’ αὐτὸν τοιάδε .
6.82.1 " ἀφικόμεθα μὲν ἐπὶ τῆς πρότερον οὔσης ξυμμαχίας ἀνανεώσει , τοῦ δὲ Συρακοσίου καθαψαμένου ἀνάγκη καὶ περὶ τῆς ἀρχῆς εἰπεῖν ὡς εἰκότως ἔχομεν .
6.82.2 τὸ μὲν οὖν μέγιστον μαρτύριον αὐτὸς εἶπεν , ὅτι οἱ Ἴωνες αἰεί ποτε πολέμιοι τοῖς Δωριεῦσιν εἰσίν . ἔχει δὲ καὶ οὕτως · ἡμεῖς γὰρ Ἴωνες ὄντες Πελοποννησίοις Δωριεῦσι καὶ πλέοσιν οὖσι καὶ παροικοῦσιν ἐσκεψάμεθα ὅτῳ τρόπῳ ἥκιστα αὐτῶν ὑπακουσόμεθα ,
6.82.3 καὶ μετὰ τὰ Μηδικὰ ναῦς κτησάμενοι τῆς μὲν Λακεδαιμονίων ἀρχῆς καὶ ἡγεμονίας ἀπηλλάγημεν , οὐδὲν προσῆκον μᾶλλόν τι ἐκείνους ἡμῖν καὶ ἡμᾶς ἐκείνοις ἐπιτάσσειν , πλὴν καθ’ ὅσον ἐν τῷ παρόντι μεῖζον ἴσχυον , αὐτοὶ δὲ τῶν ὑπὸ βασιλεῖ πρότερον ὄντων ἡγεμόνες καταστάντες οἰκοῦμεν , νομίσαντες ἥκιστ’ ἂν ὑπὸ Πελοποννησίοις οὕτως εἶναι , δύναμιν ἔχοντες ἀμυνούμεθα , καὶ ἐς τὸ ἀκριβὲς εἰπεῖν οὐδὲ ἀδίκως καταστρεψάμενοι τούς τε Ἴωνας καὶ νησιώτας , οὓς ξυγγενεῖς φασὶν ὄντας ἡμᾶς Συρακόσιοι δεδουλῶσθαι .