6.78.3 καὶ εἰ γνώμῃ ἁμάρτοι , τοῖς αὑτοῦ κακοῖς ὀλοφυρθεὶς τάχ’ ἂν ἴσως καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτὲ βουληθείη αὖθις φθονῆσαι . ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων , ἀλλὰ περὶ τῶν ἔργων , ἐθελήσαντι προσλαβεῖν · λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις , ἔργῳ δὲ τὴν αὑτοῦ σωτηρίαν .
6.78.4 καὶ μάλιστα εἰκὸς ἦν ὑμᾶς , Καμαριναῖοι , ὁμόρους ὄντας καὶ τὰ δεύτερα κινδυνεύσοντας προορᾶσθαι αὐτὰ καὶ μὴ μαλακῶς ὥσπερ νῦν ξυμμαχεῖν , αὐτοὺς δὲ πρὸς ἡμᾶς μᾶλλον ἰόντας , ἅπερ ἂν εἰ ἐς τὴν Καμαριναίαν πρῶτον ἀφίκοντο οἱ Ἀθηναῖοι δεόμενοι ἂν ἐπεκαλεῖσθε , ταῦτα ἐκ τοῦ ὁμοίου καὶ νῦν παρακελευομένους ὅπως μηδὲν ἐνδώσομεν φαίνεσθαι . ἀλλ’ οὔθ’ ὑμεῖς νῦν γέ πω οὔθ’ οἱ ἄλλοι ἐπὶ ταῦτα ὥρμησθε .
6.79.1 " Δειλίᾳ δὲ ἴσως τὸ δίκαιον πρός τε ἡμᾶς καὶ πρὸς τοὺς ἐπιόντας θεραπεύσετε , λέγοντες ξυμμαχίαν εἶναι ὑμῖν πρὸς Ἀθηναίους · ἥν γε οὐκ ἐπὶ τοῖς φίλοις ἐποιήσασθε , τῶν δὲ ἐχθρῶν ἤν τις ἐφ’ ὑμᾶς ἴῃ , καὶ τοῖς γε Ἀθηναίοις βοηθεῖν , ὅταν ὑπ’ ἄλλων καὶ μὴ αὐτοὶ ὥσπερ νῦν τοὺς πέλας ἀδικῶσιν ,
6.79.2 ἐπεὶ οὐδ’ οἱ Ῥηγῖνοι ὄντες Χαλκιδῆς Χαλκιδέας ὄντας Λεοντίνους ἐθέλουσι ξυγκατοικίζειν . καὶ δεινὸν εἰ ἐκεῖνοι μὲν τὸ ἔργον τοῦ καλοῦ δικαιώματος ὑποπτεύοντες ἀλόγως σωφρονοῦσιν , ὑμεῖς δ’ εὐλόγῳ προφάσει τοὺς μὲν φύσει πολεμίους βούλεσθε ὠφελεῖν , τοὺς δὲ ἔτι μᾶλλον φύσει ξυγγενεῖς μετὰ τῶν ἐχθίστων διαφθεῖραι .