6.77.2 μένομεν ἕως ἂν ἕκαστοι κατὰ πόλεις ληφθῶμεν , εἰδότες ὅτι ταύτῃ μόνον ἁλωτοί ἐσμεν καὶ ὁρῶντες αὐτοὺς ἐπὶ τοῦτο τὸ εἶδος τρεπομένους ὥστε τοὺς μὲν λόγοις ἡμῶν διιστάναι , τοὺς δὲ ξυμμάχων ἐλπίδι ἐκπολεμοῦν πρὸς ἀλλήλους , τοῖς δὲ ὡς ἑκάστοις τι προσηνὲς λέγοντες δύνανται κακουργεῖν ; καὶ οἰόμεθα τοῦ ἄπωθεν ξυνοίκου προαπολλυμένου οὐ καὶ ἐς αὐτόν τινα ἥξειν τὸ δεινόν , πρὸ δὲ αὐτοῦ μᾶλλον τὸν πάσχοντα καθ’ ἑαυτὸν δυστυχεῖν ;
6.78.1 καὶ εἴ τῳ ἄρα παρέστηκε τὸν μὲν Συρακόσιον , ἑαυτὸν δ’ οὒ πολέμιον εἶναι τῷ Ἀθηναίῳ , καὶ δεινὸν ἡγεῖται ὑπέρ γε τῆς ἐμῆς κινδυνεύειν , ἐνθυμηθήτω οὐ περὶ τῆς ἐμῆς μᾶλλον , ἐν ἴσῳ δὲ καὶ τῆς ἑαυτοῦ ἅμα ἐν τῇ ἐμῇ μαχούμενος , τοσούτῳ δὲ καὶ ἀσφαλέστερον ὅσῳ οὐ προδιεφθαρμένου ἐμοῦ , ἔχων δὲ ξύμμαχον ἐμὲ καὶ οὐκ ἐρῆμος ἀγωνιεῖται · τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι , τῇ δ’ ἐμῇ προφάσει τὴν ἐκείνου φιλίαν οὐχ ἧσσον βεβαιώσασθαι βούλεσθαι .
6.78.2 εἴ τέ τις φθονεῖ μὲν καὶ φοβεῖται ( ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω ) διὰ δὲ αὐτὰ τὰς Συρακούσας κακωθῆναι μὲν ἵνα σωφρονισθῶμεν βούλεται , περιγενέσθαι δὲ ἕνεκα τῆς αὑτοῦ ἀσφαλείας , οὐκ ἀνθρωπίνης δυνάμεως βούλησιν ἐλπίζει · οὐ γὰρ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ὁμοίως ταμίαν γενέσθαι .