6.74.1 τὸ δ’ ἐν τῇ Κατάνῃ στράτευμα τῶν Ἀθηναίων ἔπλευσεν εὐθὺς ἐπὶ Μεσσήνην ὡς προδοθησομένην . καὶ μὲν ἐπράσσετο οὐκ ἐγένετο · Ἀλκιβιάδης γὰρ ὅτ’ ἀπῄει ἐκ τῆς ἀρχῆς ἤδη μετάπεμπτος , ἐπιστάμενος ὅτι φεύξοιτο , μηνύει τοῖς τῶν Συρακοσίων φίλοις τοῖς ἐν τῇ Μεσσήνῃ ξυνειδὼς τὸ μέλλον · οἱ δὲ τούς τε ἄνδρας διέφθειραν πρότερον καὶ τότε στασιάζοντες καὶ ἐν ὅπλοις ὄντες ἐπεκράτουν μὴ δέχεσθαι τοὺς Ἀθηναίους οἱ ταῦτα βουλόμενοι .
6.74.2 ἡμέρας δὲ μείναντες περὶ τρεῖς καὶ δέκα οἱ Ἀθηναῖοι ὡς ἐχειμάζοντο καὶ τὰ ἐπιτήδεια οὐκ εἶχον καὶ προυχώρει οὐδέν , ἀπελθόντες ἐς Νάξον καὶ ὅρια καὶ σταυρώματα περὶ τὸ στρατόπεδον ποιησάμενοι αὐτοῦ διεχείμαζον · καὶ τριήρη ἀπέστειλαν ἐς τὰς Ἀθήνας ἐπί τε χρήματα καὶ ἱππέας , ὅπως ἅμα τῷ ἦρι παραγένωνται .
6.75.1 ἐτείχιζον δὲ καὶ οἱ Συρακόσιοι ἐν τῷ χειμῶνι πρός τε τῇ πόλει , τὸν Τεμενίτην ἐντὸς ποιησάμενοι , τεῖχος παρὰ πᾶν τὸ πρὸς τὰς Ἐπιπολὰς ὁρῶν , ὅπως μὴ δι’ ἐλάσσονος εὐαποτείχιστοι ὦσιν , ἢν ἄρα σφάλλωνται , καὶ τὰ Μέγαρα φρούριον , καὶ ἐν τῷ Ὀλυμπιείῳ ἄλλο · καὶ τὴν θάλασσαν προυσταύρωσαν πανταχῇ ἀποβάσεις ἦσαν .
6.75.2 καὶ τοὺς Ἀθηναίους εἰδότες ἐν τῇ Νάξῳ χειμάζοντας ἐστράτευσαν πανδημεὶ ἐπὶ τὴν Κατάνην , καὶ τῆς τε γῆς αὐτῶν ἔτεμον καὶ τὰς τῶν Ἀθηναίων σκηνὰς καὶ τὸ στρατόπεδον ἐμπρήσαντες ἀνεχώρησαν ἐπ’ οἴκου .