6.72.4 μέγα δὲ βλάψαι καὶ τὸ πλῆθος τῶν στρατηγῶν καὶ τὴν πολυαρχίαν ( ἦσαν γὰρ πέντε καὶ δέκα οἱ στρατηγοὶ αὐτοῖς ) τῶν τε πολλῶν τὴν ἀξύντακτον ἀναρχίαν . ἢν δὲ ὀλίγοι τε στρατηγοὶ γένωνται ἔμπειροι καὶ ἐν τῷ χειμῶνι τούτῳ παρασκευάσωσι τὸ ὁπλιτικόν , οἷς τε ὅπλα μὴ ἔστιν ἐκπορίζοντες , ὅπως ὡς πλεῖστοι ἔσονται , καὶ τῇ ἄλλῃ μελέτῃ προσαναγκάζοντες , ἔφη κατὰ τὸ εἰκὸς κρατήσειν σφᾶς τῶν ἐναντίων , ἀνδρείας μὲν σφίσιν ὑπαρχούσης , εὐταξίας δ’ ἐς τὰ ἔργα προσγενομένης · ἐπιδώσειν γὰρ ἀμφότερα αὐτά , τὴν μὲν μετὰ κινδύνων μελετωμένην , τὴν δ’ εὐψυχίαν αὐτὴν ἑαυτῆς μετὰ τοῦ πιστοῦ τῆς ἐπιστήμης θαρσαλεωτέραν ἔσεσθαι .
6.72.5 τούς τε στρατηγοὺς καὶ ὀλίγους καὶ αὐτοκράτορας χρῆναι ἑλέσθαι καὶ ὀμόσαι αὐτοῖς τὸ ὅρκιον μὴν ἐάσειν ἄρχειν ὅπῃ ἂν ἐπίστωνται · οὕτω γὰρ τε κρύπτεσθαι δεῖ μᾶλλον ἂν στέγεσθαι καὶ τἆλλα κατὰ κόσμον καὶ ἀπροφασίστως παρασκευασθῆναι .
6.73.1 καὶ οἱ Συρακόσιοι αὐτοῦ ἀκούσαντες ἐψηφίσαντό τε πάντα ὡς ἐκέλευε καὶ στρατηγὸν αὐτόν τε εἵλοντο τὸν Ἑρμοκράτη καὶ Ἡρακλείδην τὸν Λυσιμάχου καὶ Σικανὸν τὸν Ἐξηκέστου , τούτους τρεῖς ,
6.73.2 καὶ ἐς τὴν Κόρινθον καὶ ἐς τὴν Λακεδαίμονα πρέσβεις ἀπέστειλαν , ὅπως ξυμμαχία τε αὐτοῖς παραγένηται καὶ τὸν πρὸς Ἀθηναίους πόλεμον βεβαιότερον πείθωσι ποιεῖσθαι ἐκ τοῦ προφανοῦς ὑπὲρ σφῶν τοὺς Λακεδαιμονίους , ἵνα ἀπὸ τῆς Σικελίας ἀπαγάγωσιν αὐτοὺς πρὸς τὸ ἐν Σικελίᾳ στράτευμα ἧσσον ὠφελίαν ἄλλην ἐπιπέμπωσιν .