6.75.3 καὶ πυνθανόμενοι τοὺς Ἀθηναίους ἐς τὴν Καμάριναν κατὰ τὴν ἐπὶ Λάχητος γενομένην ξυμμαχίαν πρεσβεύεσθαι , εἴ πως προσαγάγοιντο αὐτούς , ἀντεπρεσβεύοντο καὶ αὐτοί · ἦσαν γὰρ ὕποπτοι αὐτοῖς οἱ Καμαριναῖοι μὴ προθύμως σφίσι μήτ’ ἐπὶ τὴν πρώτην μάχην πέμψαι ἔπεμψαν , ἔς τε τὸ λοιπὸν μὴ οὐκέτι βούλωνται ἀμύνειν , ὁρῶντες τοὺς Ἀθηναίους ἐν τῇ μάχῃ εὖ πράξαντας , προσχωρῶσι δ’ αὐτοῖς κατὰ τὴν προτέραν φιλίαν πεισθέντες .
6.75.4 ἀφικομένων οὖν ἐκ μὲν Συρακουσῶν Ἑρμοκράτους καὶ ἄλλων ἐς τὴν Καμάριναν , ἀπὸ δὲ τῶν Ἀθηναίων Εὐφήμου μεθ’ ἑτέρων , Ἑρμοκράτης ξυλλόγου γενομένου τῶν Καμαριναίων βουλόμενος προδιαβάλλειν τοὺς Ἀθηναίους ἔλεγε τοιάδε .
6.76.1 " οὐ τὴν παροῦσαν δύναμιν τῶν Ἀθηναίων , Καμαριναῖοι , μὴ αὐτὴν καταπλαγῆτε δείσαντες ἐπρεσβευσάμεθα , ἀλλὰ μᾶλλον τοὺς μέλλοντας ἀπ’ αὐτῶν λόγους , πρίν τι καὶ ἡμῶν ἀκοῦσαι , μὴ ὑμᾶς πείσωσιν .
6.76.2 ἥκουσι γὰρ ἐς τὴν Σικελίαν προφάσει μὲν πυνθάνεσθε , διανοίᾳ δὲ ἣν πάντες ὑπονοοῦμεν · καί μοι δοκοῦσιν οὐ Λεοντίνους βούλεσθαι κατοικίσαι , ἀλλ’ ἡμᾶς μᾶλλον ἐξοικίσαι . οὐ γὰρ δὴ εὔλογον τὰς μὲν ἐκεῖ πόλεις ἀναστάτους ποιεῖν , τὰς δὲ ἐνθάδε κατοικίζειν , καὶ Λεοντίνων μὲν Χαλκιδέων ὄντων κατὰ τὸ ξυγγενὲς κήδεσθαι , Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίᾳ , ὧν οἵδε ἄποικοί εἰσι , δουλωσαμένους ἔχειν .