6.67.1 τῇ δ’ ὑστεραίᾳ οἱ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι παρεσκευάζοντο ὡς ἐς μάχην , καὶ ξυνετάξαντο ὧδε . δεξιὸν μὲν κέρας Ἀργεῖοι εἶχον καὶ Μαντινῆς , Ἀθηναῖοι δὲ τὸ μέσον , τὸ δὲ ἄλλο οἱ ξύμμαχοι οἱ ἄλλοι . καὶ τὸ μὲν ἥμισυ αὐτοῖς τοῦ στρατεύματος ἐν τῷ πρόσθεν ἦν τεταγμένον ἐπὶ ὀκτώ , τὸ δὲ ἥμισυ ἐπὶ ταῖς εὐναῖς ἐν πλαισίῳ , ἐπὶ ὀκτὼ καὶ τοῦτο τεταγμένον · οἷς εἴρητο , ἂν τοῦ στρατεύματός τι πονῇ μάλιστα , ἐφορῶντας παραγίγνεσθαι . καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτάκτων ἐποιήσαντο .
6.67.2 οἱ δὲ Συρακόσιοι ἔταξαν τοὺς μὲν ὁπλίτας πάντας ἐφ’ ἑκκαίδεκα , ὄντας πανδημεὶ Συρακοσίους καὶ ὅσοι ξύμμαχοι παρῆσαν ( ἐβοήθησαν δὲ αὐτοῖς Σελινούντιοι μὲν μάλιστα , ἔπειτα δὲ καὶ Γελῴων ἱππῆς , τὸ ξύμπαν ἐς διακοσίους , καὶ Καμαριναίων ἱππῆς ὅσον εἴκοσι καὶ τοξόται ὡς πεντήκοντα ) , τοὺς δὲ ἱππέας ἐπετάξαντο ἐπὶ τῷ δεξιῷ , οὐκ ἔλασσον ὄντας διακοσίους καὶ χιλίους , παρὰ δ’ αὐτοὺς καὶ τοὺς ἀκοντιστάς .
6.67.3 μέλλουσι δὲ τοῖς Ἀθηναίοις προτέροις ἐπιχειρήσειν Νικίας κατά τε ἔθνη ἐπιπαριὼν ἕκαστα καὶ ξύμπασι τοιάδε παρεκελεύετο .
6.68.1 " Πολλῇ μὲν παραινέσει , ἄνδρες , τί δεῖ χρῆσθαι , οἳ πάρεσμεν ἐπὶ τὸν αὐτὸν ἀγῶνα ; αὐτὴ γὰρ παρασκευὴ ἱκανωτέρα μοι δοκεῖ εἶναι θάρσος παρασχεῖν καλῶς λεχθέντες λόγοι μετὰ ἀσθενοῦς στρατοπέδου .