6.66.1 ἐν τούτῳ δ’ οἱ Ἀθηναῖοι , μακρᾶς οὔσης τῆς ὁδοῦ αὐτοῖς , καθ’ ἡσυχίαν καθῖσαν τὸ στράτευμα ἐς χωρίον ἐπιτήδειον , καὶ ἐν μάχης τε ἄρξειν ἔμελλον ὁπότε βούλοιντο καὶ οἱ ἱππῆς τῶν Συρακοσίων ἥκιστ’ ἂν αὐτοὺς καὶ ἐν τῷ ἔργῳ καὶ πρὸ αὐτοῦ λυπήσειν · τῇ μὲν γὰρ τειχία τε καὶ οἰκίαι εἶργον καὶ δένδρα καὶ λίμνη , παρὰ δὲ τὸ κρημνοί .
6.66.2 καὶ τὰ ἐγγὺς δένδρα κόψαντες καὶ κατενεγκόντες ἐπὶ τὴν θάλασσαν παρά τε τὰς ναῦς σταύρωμα ἔπηξαν καὶ ἐπὶ τῷ Δάσκωνι ἔρυμά τι , εὐεφοδώτατον ἦν τοῖς πολεμίοις , λίθοις λογάδην καὶ ξύλοις διὰ ταχέων ὤρθωσαν , καὶ τὴν τοῦ Ἀνάπου γέφυραν ἔλυσαν .
6.66.3 παρασκευαζομένων δὲ ἐκ μὲν τῆς πόλεως οὐδεὶς ἐξιὼν ἐκώλυε , πρῶτοι δὲ οἱ ἱππῆς τῶν Συρακοσίων προσεβοήθησαν , ἔπειτα δὲ ὕστερον καὶ τὸ πεζὸν ἅπαν ξυνελέγη . καὶ προσῆλθον μὲν ἐγγὺς τοῦ στρατεύματος τῶν Ἀθηναίων τὸ πρῶτον , ἔπειτα δὲ ὡς οὐκ ἀντιπροῇσαν αὐτοῖς , ἀναχωρήσαντες καὶ διαβάντες τὴν Ἑλωρίνην ὁδὸν ηὐλίσαντο .