6.68.2 ὅπου γὰρ Ἀργεῖοι καὶ Μαντινῆς καὶ Ἀθηναῖοι καὶ νησιωτῶν οἱ πρῶτοί ἐσμεν , πῶς οὐ χρὴ μετὰ τοιῶνδε καὶ τοσῶνδε ξυμμάχων πάντα τινὰ μεγάλην τὴν ἐλπίδα τῆς νίκης ἔχειν , ἄλλως τε καὶ πρὸς ἄνδρας πανδημεί τε ἀμυνομένους καὶ οὐκ ἀπολέκτους ὥσπερ καὶ ἡμᾶς , καὶ προσέτι Σικελιώτας , οἳ ὑπερφρονοῦσι μὲν ἡμᾶς , ὑπομενοῦσι δ’ οὔ , διὰ τὸ τὴν ἐπιστήμην τῆς τόλμης ἥσσω ἔχειν .
6.68.3 παραστήτω δέ τινι καὶ τόδε , πολύ τε ἀπὸ τῆς ἡμετέρας αὐτῶν εἶναι καὶ πρὸς γῇ οὐδεμιᾷ φιλίᾳ , ἥντινα μὴ αὐτοὶ μαχόμενοι κτήσεσθε . καὶ τοὐναντίον ὑπομιμνῄσκω ὑμᾶς οἱ πολέμιοι σφίσιν αὐτοῖς εὖ οἶδ’ ὅτι παρακελεύονται · οἱ μὲν γὰρ ὅτι περὶ πατρίδος ἔσται ἀγών , ἐγὼ δὲ ὅτι οὐκ ἐν πατρίδι , ἐξ ἧς κρατεῖν δεῖ μὴ ῥᾳδίως ἀποχωρεῖν · οἱ γὰρ ἱππῆς πολλοὶ ἐπικείσονται .
6.68.4 τῆς τε οὖν ὑμετέρας αὐτῶν ἀξίας μνησθέντες ἐπέλθετε τοῖς ἐναντίοις προθύμως , καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ἀπορίαν φοβερωτέραν ἡγησάμενοι τῶν πολεμίων . "