6.50.3 Ναξίων δὲ δεξαμένων τῇ πόλει παρέπλεον ἐς Κατάνην . καὶ ὡς αὐτοὺς οἱ Καταναῖοι οὐκ ἐδέχοντο ( ἐνῆσαν γὰρ αὐτόθι ἄνδρες τὰ Συρακοσίων βουλόμενοι ) ,
6.50.4 ἐκομίσθησαν ἐπὶ τὸν Τηρίαν ποταμόν , καὶ αὐλισάμενοι τῇ ὑστεραίᾳ ἐπὶ Συρακούσας ἔπλεον ἐπὶ κέρως ἔχοντες τὰς ἄλλας ναῦς · δέκα δὲ τῶν νεῶν προύπεμψαν ἐς τὸν μέγαν λιμένα πλεῦσαί τε καὶ κατασκέψασθαι εἴ τι ναυτικόν ἐστι καθειλκυσμένον , καὶ κηρῦξαι ἀπὸ τῶν νεῶν προσπλεύσαντας ὅτι Ἀθηναῖοι ἥκουσι Λεοντίνους ἐς τὴν ἑαυτῶν κατοικιοῦντες κατὰ ξυμμαχίαν καὶ ξυγγένειαν · τοὺς οὖν ὄντας ἐν Συρακούσαις Λεοντίνων ὡς παρὰ φίλους καὶ εὐεργέτας Ἀθηναίους ἀδεῶς ἀπιέναι .
6.50.5 ἐπεὶ δ’ ἐκηρύχθη καὶ κατεσκέψαντο τήν τε πόλιν καὶ τοὺς λιμένας καὶ τὰ περὶ τὴν χώραν ἐξ ἧς αὐτοῖς ὁρμωμένοις πολεμητέα ἦν , ἀπέπλευσαν πάλιν ἐς Κατάνην .
6.51.1 καὶ ἐκκλησίας γενομένης τὴν μὲν στρατιὰν οὐκ ἐδέχοντο οἱ Καταναῖοι , τοὺς δὲ στρατηγοὺς ἐσελθόντας ἐκέλευον , εἴ τι βούλονται , εἰπεῖν . καὶ λέγοντος τοῦ Ἀλκιβιάδου , καὶ τῶν ἐν τῇ πόλει πρὸς τὴν ἐκκλησίαν τετραμμένων , οἱ στρατιῶται πυλίδα τινὰ ἐνῳκοδομημένην κακῶς ἔλαθον διελόντες , καὶ ἐσελθόντες ἠγόραζον ἐς τὴν πόλιν .
6.51.2 τῶν δὲ Καταναίων οἱ μὲν τὰ τῶν Συρακοσίων φρονοῦντες , ὡς εἶδον τὸ στράτευμα ἔνδον , εὐθὺς περιδεεῖς γενόμενοι ὑπεξῆλθον οὐ πολλοί τινες , οἱ δὲ ἄλλοι ἐψηφίσαντό τε ξυμμαχίαν τοῖς Ἀθηναίοις καὶ τὸ ἄλλο στράτευμα ἐκέλευον ἐκ Ῥηγίου κομίζειν .
6.51.3 μετὰ δὲ τοῦτο διαπλεύσαντες οἱ Ἀθηναῖοι ἐς τὸ Ῥήγιον , πάσῃ ἤδη τῇ στρατιᾷ ἄραντες ἐς τὴν Κατάνην , ἐπειδὴ ἀφίκοντο , κατεσκευάζοντο τὸ στρατόπεδον .