6.49.2 τὸ γὰρ πρῶτον πᾶν στράτευμα δεινότατον εἶναι · ἢν δὲ χρονίσῃ πρὶν ἐς ὄψιν ἐλθεῖν , τῇ γνώμῃ ἀναθαρσοῦντας ἀνθρώπους καὶ τῇ ὄψει καταφρονεῖν μᾶλλον . αἰφνίδιοι δὲ ἢν προσπέσωσιν , ἕως ἔτι περιδεεῖς προσδέχονται , μάλιστ’ ἂν σφεῖς περιγενέσθαι καὶ κατὰ πάντα ἂν αὐτοὺς ἐκφοβῆσαι , τῇ τε ὄψει ( πλεῖστοι γὰρ ἂν νῦν φανῆναι ) καὶ τῇ προσδοκίᾳ ὧν πείσονται , μάλιστα δ’ ἂν τῷ αὐτίκα κινδύνῳ τῆς μάχης .
6.49.3 εἰκὸς δὲ εἶναι καὶ ἐν τοῖς ἀγροῖς πολλοὺς ἀποληφθῆναι ἔξω διὰ τὸ ἀπιστεῖν σφᾶς μὴ ἥξειν , καὶ ἐσκομιζομένων αὐτῶν τὴν στρατιὰν οὐκ ἀπορήσειν χρημάτων , ἢν πρὸς τῇ πόλει κρατοῦσα καθέζηται .
6.49.4 τούς τε ἄλλους Σικελιώτας οὕτως ἤδη μᾶλλον καὶ ἐκείνοις οὐ ξυμμαχήσειν καὶ σφίσι προσιέναι καὶ οὐ διαμελλήσειν περισκοποῦντας ὁπότεροι κρατήσουσιν . ναύσταθμον δὲ ἐπαναχωρήσαντας καὶ ἐφορμηθέντας Μέγαρα ἔφη χρῆναι ποιεῖσθαι , ἦν ἐρῆμα , ἀπέχοντα Συρακουσῶν οὔτε πλοῦν πολὺν οὔτε ὁδόν .
6.50.1 Λάμαχος μὲν ταῦτα εἰπὼν ὅμως προσέθετο καὶ αὐτὸς τῇ Ἀλκιβιάδου γνώμῃ . μετὰ δὲ τοῦτο Ἀλκιβιάδης τῇ αὑτοῦ νηὶ διαπλεύσας ἐς Μεσσήνην καὶ λόγους ποιησάμενος περὶ ξυμμαχίας πρὸς αὐτούς , ὡς οὐκ ἔπειθεν , ἀλλ’ ἀπεκρίναντο πόλει μὲν ἂν οὐ δέξασθαι , ἀγορὰν δ’ ἔξω παρέξειν , ἀπέπλει ἐς τὸ Ῥήγιον .
6.50.2 καὶ εὐθὺς ξυμπληρώσαντες ἑξήκοντα ναῦς ἐκ πασῶν οἱ στρατηγοὶ καὶ τὰ ἐπιτήδεια λαβόντες παρέπλεον ἐς Νάξον , τὴν ἄλλην στρατιὰν ἐν Ῥηγίῳ καταλιπόντες καὶ ἕνα σφῶν αὐτῶν .