6.52.1 ἐσηγγέλλετο δὲ αὐτοῖς ἔκ τε Καμαρίνης ὡς , εἰ ἔλθοιεν , προσχωροῖεν ἄν , καὶ ὅτι Συρακόσιοι πληροῦσι ναυτικόν . ἁπάσῃ οὖν τῇ στρατιᾷ παρέπλευσαν πρῶτον μὲν ἐπὶ Συρακούσας · καὶ ὡς οὐδὲν ηὗρον ναυτικὸν πληρούμενον , παρεκομίζοντο αὖθις ἐπὶ Καμαρίνης , καὶ σχόντες ἐς τὸν αἰγιαλὸν ἐπεκηρυκεύοντο . οἱ δ’ οὐκ ἐδέχοντο , λέγοντες σφίσι τὰ ὅρκια εἶναι μιᾷ νηὶ καταπλεόντων Ἀθηναίων δέχεσθαι , ἢν μὴ αὐτοὶ πλείους μεταπέμπωσιν .
6.52.2 ἄπρακτοι δὲ γενόμενοι ἀπέπλεον · καὶ ἀποβάντες κατά τι τῆς Συρακοσίας καὶ ἁρπαγὴν ποιησάμενοι , καὶ τῶν Συρακοσίων ἱππέων βοηθησάντων καὶ τῶν ψιλῶν τινὰς ἐσκεδασμένους διαφθειράντων , ἀπεκομίσθησαν ἐς Κατάνην .
6.53.1 καὶ καταλαμβάνουσι τὴν Σαλαμινίαν ναῦν ἐκ τῶν Ἀθηνῶν ἥκουσαν ἐπί τε Ἀλκιβιάδην ὡς κελεύσοντας ἀποπλεῖν ἐς ἀπολογίαν ὧν πόλις ἐνεκάλει , καὶ ἐπ’ ἄλλους τινὰς τῶν στρατιωτῶν τῶν μετ’ αὐτοῦ μεμηνυμένων περὶ τῶν μυστηρίων ὡς ἀσεβούντων , τῶν δὲ καὶ περὶ τῶν Ἑρμῶν .
6.53.2 οἱ γὰρ Ἀθηναῖοι , ἐπειδὴ στρατιὰ ἀπέπλευσεν , οὐδὲν ἧσσον ζήτησιν ἐποιοῦντο τῶν περὶ τὰ μυστήρια καὶ τῶν περὶ τοὺς Ἑρμᾶς δρασθέντων , καὶ οὐ δοκιμάζοντες τοὺς μηνυτάς , ἀλλὰ πάντα ὑπόπτως ἀποδεχόμενοι , διὰ πονηρῶν ἀνθρώπων πίστιν πάνυ χρηστοὺς τῶν πολιτῶν ξυλλαμβάνοντες κατέδουν , χρησιμώτερον ἡγούμενοι εἶναι βασανίσαι τὸ πρᾶγμα καὶ εὑρεῖν διὰ μηνυτοῦ πονηρίαν τινὰ καὶ χρηστὸν δοκοῦντα εἶναι αἰτιαθέντα ἀνέλεγκτον διαφυγεῖν .
6.53.3 ἐπιστάμενος γὰρ δῆμος ἀκοῇ τὴν Πεισιστράτου καὶ τῶν παίδων τυραννίδα χαλεπὴν τελευτῶσαν γενομένην καὶ προσέτι οὐδ’ ὑφ’ ἑαυτῶν καὶ Ἁρμοδίου καταλυθεῖσαν , ἀλλ’ ὑπὸ τῶν Λακεδαιμονίων , ἐφοβεῖτο αἰεὶ καὶ πάντα ὑπόπτως ἐλάμβανεν .