6.47.1 καὶ Νικίου μὲν ἦν γνώμη πλεῖν ἐπὶ Σελινοῦντα πάσῃ τῇ στρατιᾷ , ἐφ’ ὅπερ μάλιστα ἐπέμφθησαν , καὶ ἢν μὲν παρέχωσι χρήματα παντὶ τῷ στρατεύματι Ἐγεσταῖοι , πρὸς ταῦτα βουλεύεσθαι , εἰ δὲ μή , ταῖς ἑξήκοντα ναυσίν , ὅσασπερ ᾐτήσαντο , ἀξιοῦν διδόναι αὐτοὺς τροφήν , καὶ παραμείναντας Σελινουντίους βίᾳ ξυμβάσει διαλλάξαι αὐτοῖς , καὶ οὕτω παραπλεύσαντας τὰς ἄλλας πόλεις καὶ ἐπιδείξαντας μὲν τὴν δύναμιν τῆς Ἀθηναίων πόλεως , δηλώσαντας δὲ τὴν ἐς τοὺς φίλους καὶ ξυμμάχους προθυμίαν , ἀποπλεῖν οἴκαδε , ἢν μή τι δι’ ὀλίγου καὶ ἀπὸ τοῦ ἀδοκήτου Λεοντίνους οἷοί τε ὦσιν ὠφελῆσαι τῶν ἄλλων τινὰ πόλεων προσαγαγέσθαι , καὶ τῇ πόλει δαπανῶντας τὰ οἰκεῖα μὴ κινδυνεύειν .
6.48.1 Ἀλκιβιάδης δὲ οὐκ ἔφη χρῆναι τοσαύτῃ δυνάμει ἐκπλεύσαντας αἰσχρῶς καὶ ἀπράκτους ἀπελθεῖν , ἀλλ’ ἔς τε τὰς πόλεις ἐπικηρυκεύεσθαι πλὴν Σελινοῦντος καὶ Συρακουσῶν τὰς ἄλλας , καὶ πειρᾶσθαι καὶ τοὺς Σικελοὺς τοὺς μὲν ἀφιστάναι ἀπὸ τῶν Συρακοσίων , τοὺς δὲ φίλους ποιεῖσθαι , ἵνα σῖτον καὶ στρατιὰν ἔχωσι , πρῶτον δὲ πείθειν Μεσσηνίους ( ἐν πόρῳ γὰρ μάλιστα καὶ προσβολῇ εἶναι αὐτοὺς τῆς Σικελίας , καὶ λιμένα καὶ ἐφόρμησιν τῇ στρατιᾷ ἱκανωτάτην ἔσεσθαι ) · προσαγαγομένους δὲ τὰς πόλεις , εἰδότας μεθ’ ὧν τις πολεμήσει , οὕτως ἤδη Συρακούσαις καὶ Σελινοῦντι ἐπιχειρεῖν , ἢν μὴ οἱ μὲν Ἐγεσταίοις ξυμβαίνωσιν , οἱ δὲ Λεοντίνους ἐῶσι κατοικίζειν .
6.49.1 Λάμαχος δὲ ἄντικρυς ἔφη χρῆναι πλεῖν ἐπὶ Συρακούσας καὶ πρὸς τῇ πόλει ὡς τάχιστα τὴν μάχην ποιεῖσθαι , ἕως ἔτι ἀπαράσκευοί τε εἰσὶ καὶ μάλιστα ἐκπεπληγμένοι .