6.42.1 οἱ δ’ Ἀθηναῖοι ἤδη ἐν τῇ Κερκύρᾳ αὐτοί τε καὶ οἱ ξύμμαχοι ἅπαντες ἦσαν . καὶ πρῶτον μὲν ἐπεξέτασιν τοῦ στρατεύματος καὶ ξύνταξιν , ὥσπερ ἔμελλον ὁρμιεῖσθαί τε καὶ στρατοπεδεύεσθαι , οἱ στρατηγοὶ ἐποιήσαντο , καὶ τρία μέρη νείμαντες ἓν ἑκάστῳ ἐκλήρωσαν , ἵνα μήτε ἅμα πλέοντες ἀπορῶσιν ὕδατος καὶ λιμένων καὶ τῶν ἐπιτηδείων ἐν ταῖς καταγωγαῖς , πρός τε τἆλλα εὐκοσμότεροι καὶ ῥᾴους ἄρχειν ὦσι , κατὰ τέλη στρατηγῷ προστεταγμένοι ·
6.42.2 ἔπειτα δὲ προύπεμψαν καὶ ἐς τὴν Ἰταλίαν καὶ Σικελίαν τρεῖς ναῦς εἰσομένας αἵτινες σφᾶς τῶν πόλεων δέξονται . καὶ εἴρητο αὐταῖς προαπαντᾶν , ὅπως ἐπιστάμενοι καταπλέωσιν .
6.43.1 μετὰ δὲ ταῦτα τοσῇδε ἤδη τῇ παρασκευῇ Ἀθηναῖοι ἄραντες ἐκ τῆς Κερκύρας ἐς τὴν Σικελίαν ἐπεραιοῦντο , τριήρεσι μὲν ταῖς πάσαις τέσσαρσι καὶ τριάκοντα καὶ ἑκατόν , καὶ δυοῖν Ῥοδίοιν πεντηκοντόροιν ( τούτων Ἀττικαὶ μὲν ἦσαν ἑκατόν , ὧν αἱ μὲν ἑξήκοντα ταχεῖαι , αἱ δ’ ἄλλαι στρατιώτιδες , τὸ δὲ ἄλλο ναυτικὸν Χίων καὶ τῶν ἄλλων ξυμμάχων ) , ὁπλίταις δὲ τοῖς ξύμπασιν ἑκατὸν καὶ πεντακισχιλίοις ( καὶ τούτων Ἀθηναίων μὲν αὐτῶν ἦσαν πεντακόσιοι μὲν καὶ χίλιοι ἐκ καταλόγου , ἑπτακόσιοι δὲ θῆτες ἐπιβάται τῶν νεῶν , ξύμμαχοι δὲ οἱ ἄλλοι ξυνεστράτευον , οἱ μὲν τῶν ὑπηκόων , οἱ δ’ Ἀργείων πεντακόσιοι καὶ Μαντινέων καὶ μισθοφόρων πεντήκοντα καὶ διακόσιοι ) , τοξόταις δὲ τοῖς πᾶσιν ὀγδοήκοντα καὶ τετρακοσίοις ( καὶ τούτων Κρῆτες οἱ ὀγδοήκοντα ἦσαν ) καὶ σφενδονήταις Ῥοδίων ἑπτακοσίοις , καὶ Μεγαρεῦσι ψιλοῖς φυγάσιν εἴκοσι καὶ ἑκατόν , καὶ ἱππαγωγῷ μιᾷ τριάκοντα ἀγούσῃ ἱππέας .